Μετάβαση στο περιεχόμενο

Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/120

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

13 Ὅτι φιλοινότατον ἔθνος τὸ τῶν Ταπύρων τοσοῦτον, ὥστε ζῆν αὐτοὺς ἐν οἴνῳ, καὶ τὸ πλεῖστον τοῦ βίου ἐν τῇ πρὸς αὐτὸν ὁμιλἵ̣̣̓ καταναλίσκειν. καὶ οὐ μόνον ἐς πόμα καταχρῶνται αὐτῷ, ἀλλὰ γὰρ καὶ χρῖμά ἐστιν αὐτοῖς ὁ οἶνος, ὥσπερ ἄλλοις τὸ ἔλαιον.

14 Βυζαντίους δὲ δεινῶς οἰνόφλυγας ὄντας ἐνοικεῖν τοῖς καπηλείοις λόγος ἔχει, τῶν οἰκιῶν τῶν ἰδίων καὶ τῶν δωμάτων ἐξοικισθέντας, καὶ τοῖς ξένοις τοῖς ἐνεπιδημοῦσι τῇ πόλει ἀπομισθώσαντας αὐτά, καὶ οὐ μόνον ἐκείνων, ἀλλὰ καὶ τῶν γυναικῶν αὐτοῖς ἀποστάντας, ὡς ἐν ταὐτῷ τοὺς Βυζαντίους διπλῆν αἰτίαν φέρεσθαι καὶ οἰνοφλυγίας καὶ προαγωγείας. ἅτε δὲ ὑπὸ τῆς μέθης καὶ τοῦ οἴνου διαρρέοντες, αὐλοῦ μὲν ἀκούοντες χαίρουσι, καὶ τὸ ἔργον αὐτοῖς αὐλεῖσθαί ἐστι· σάλπιγγα δὲ οὐδὲ ἀρχὴν ὑπομένουσι. καὶ ἐκ τούτων ἔξεστι νοεῖν ὅτι καὶ πρὸς ὅπλα καὶ πρὸς πολέμους ἀλλοτριώτατα διάκεινται Βυζάντιοι. διὰ ταῦτά τοι καὶ Λεωνίδης ὁ στρατηγὸς αὐτῶν ἐν πολιορκίᾳ ἰσχυρᾷ, ἐπεὶ τῶν πολεμίων τοῖς τείχεσι προσβαλόντων ἐκεῖνοί γε τὰς φρουρὰς ἐκλιπόντες διημέρευον ἐν ταῖς συνήθεσι διατριβαῖς, προσέταξε τὰ καπηλεῖα ἐπὶ τῶν τειχῶν διασκηνωθῆναι αὐτοῖς. καὶ τοῦτο τὸ σόφισμα ἀνέπεισεν αὐτοὺς ὀψὲ καὶ βραδέως τὴν τάξιν μὴ καταλιπεῖν, ἅτε τῆς προφάσεως αὐτοῖς περιῃρημένης. λέγει δὲ ταῦτα ὑπὲρ αὐτῶν Δάμων. ὁμολογεῖν δὲ τούτοις ἔοικε καὶ ὁ Μένανδρος, ὅταν λέγῃ

μεθύσους τοὺς ἐμπόρους
ποιεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν
τὴν νύκτα.

15 Καὶ Ἀργεῖοι δὲ καὶ Τιρύνθιοι κεκωμῴδηνται καὶ οὗτοι ἀκρατέστερον τῷ οἴνῳ προσιόντες. τό γε μὴν ὑπὲρ τῶν Θρᾳκῶν, ἀλλὰ τοῦτο μὲν καὶ διαβεβόηται