Μετάβαση στο περιεχόμενο

Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/113

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

στόν γε τοῦτο φερομένη τὸ νικητήριον ὥς γε ἐμοὶ κριτῇ.

42 Ἡ Πλάτωνος δόξα καὶ ὁ τῆς κατ᾽ αὐτὸν ἀρετῆς λόγος καὶ ἐς Ἀρκάδας ἀφίκετο καὶ Θηβαίους, καὶ οὖν καὶ ἐδεήθησαν αὐτοῦ πρέσβεις ἀποστείλαντες σὺν τῇ ἀνωτάτω σπουδῇ ἀφικέσθαι σφίσι τὸν ἄνδρα οὐκ ἐπὶ μόνῃ τῇ τῶν νέων προστασίᾳ, οὐδ᾽ ἵνα αὐτοῖς συγγένηται ἐπὶ τοῖς λόγοις τοῖς κατὰ φιλοσοφίαν, ἀλλὰ γὰρ καὶ τὸ ἔτι τούτων μεῖζον νομοθέτην αὐτὸν ἐκάλουν. οὔκουν ἔμελλον ἀτυχήσειν τοῦ ἀνδρός· καὶ γὰρ ἥσθη ὁ τοῦ Ἀρίστωνος τῇ κλήσει, καὶ δὴ καὶ ἔμελλεν ὑπακούσεσθαι. ἤρετο μέντοι τοὺς ἥκοντας πῶς ἔχουσι πρὸς τὸ ἴσον ἔχειν ἅπαντες; ἐπεὶ δὲ ἔμαθε παρ᾽ αὐτῶν ὅτι καὶ πάνυ ἀλλοτρίως, οὐδὲ πείσει αὐτοὺς τιμᾶν τὴν ἰσονομίαν, ἀπείπατο τὴν πρὸς αὐτοὺς ἐπιδημίαν.

43 Πενέστατοι ἐγένοντο οἱ ἄριστοι τῶν Ἑλλήνων, Ἀριστείδης ὁ Λυσιμάχου καὶ Φωκίων ὁ Φώκου καὶ Ἐπαμεινώνδας ὁ Πολύμνιδος καὶ Πελοπίδας ὁ Θηβαῖος καὶ Λάμαχος ὁ Ἀθηναῖος καὶ Σωκράτης ὁ Σωφρονίσκου καὶ Ἐφιάλτης δὲ ὁ Σοφωνίδου καὶ ἐκεῖνος.

44 Θέωνος τοῦ ζωγράφου πολλὰ μὲν καὶ ἄλλα ὁμολογεῖ τὴν χειρουργίαν ἀγαθὴν οὖσαν ἀτὰρ οὖν καὶ τόδε τὸ γράμμα. ὁπλίτης ἐστὶν ἐκβοηθῶν, ἄφνω τῶν πολεμίων ἐσβαλλόντων καὶ δῃούντων ἅμα καὶ κειρόντων τὴν γῆν· ἐναργῶς δὲ καὶ πάνυ ἐκθύμως ὁ νεανίας ἔοικεν ὁρμῶντι ἐς τὴν μάχην, καὶ εἶπες ἂν αὐτὸν ἐνθουσιᾶν, ὥσπερ ἐξ Ἄρεος μανέντα. γοργὸν μὲν αὐτῷ βλέπουσιν οἱ ὀφθαλμοί, τὰ δὲ ὅπλα ἁρπάσας ἔοικεν ᾗ ποδῶν ἔχει ἐπὶ τοὺς πολεμίους ᾄττειν. προβάλλεται δὲ ἐντεῦθεν ἤδη τὴν ἀσπίδα, καὶ γυμνὸν ἐπισείει τὸ ξίφος φονῶντι ἐοικὼς καὶ σφαγὴν βλέπων