τοῦτο μὲν καὶ οἴκοθεν ἑαυτῷ ἐπαγόμενος τὸ ἐφόδιον· Σκυθῶν γὰρ ἴδιον τὸ πίνειν ἄκρατον. καὶ Λακύδης δὲ καὶ Τίμων οἱ φιλόσοφοι, καὶ τούτους φασὶ πάμπολυ πιεῖν. καὶ Μυκερῖνος δὲ ὁ Αἰγύπτιος, ὅτε αὐτῷ τὸ ἐκ Βουτοῦς μαντεῖον ἀφίκετο προλέγον τὴν τοῦ βίου στενοχωρίαν, εἶτα ἐβουλήθη σοφίσασθαι τὸ λόγιον ἐκεῖνος, διπλασιάζων τὸν χρόνον καὶ ταῖς ἡμέραις προστιθεὶς τὰς νύκτας, διετέλει καὶ αὐτὸς ἀγρυπνῶν καὶ πίνων ἅμα. τίθει μετὰ τούτων καὶ Ἄμασιν τὸν Αἰγύπτιον, εἴ τῳ Ἡρόδοτος ἱκανὸς τεκμηριῶσαι. καὶ Νικοτέλην δὲ τὸν Κορίνθιον οὐ χρὴ ἀπὸ τούτων τάττειν, καὶ Σκόπαν τὸν Κρέοντος υἱόν. καὶ Ἀντίοχον τὸν βασιλέα φασὶν οἰνεραστὴν γενέσθαι. διὰ ταῦτά τοι καὶ τὴν βασιλείαν αὐτῷ διῴκουν Ἄριστός τε καὶ Θεμίσων οἱ Κύπριοι, αὐτὸς δὲ διὰ τὴν πολυποσίαν ἐπεγέγραπτο τῇ ἀρχῇ ἄλλως. καὶ ὁ Ἐπιφανὴς δὲ κληθεὶς Ἀντίοχος ὁ Ῥωμαίοις δοθεὶς ὅμηρος καὶ οὗτος ἀκρατῶς ἐδίψη οἴνου πίνειν. καὶ ὁ ὁμώνυμος δὲ τούτου Ἀντίοχος ὁ ἐν Μήδοις πρὸς Ἀρσάκην πολεμήσας καὶ οὗτος ἦν τοῦ πίνειν δοῦλος. καὶ ὁ Μέγας δὲ καλούμενος Ἀντίοχος καὶ οὗτος σὺν τούτοις τετάχθω. καὶ Ἄγρωνα δὲ τὸν Ἰλλυριῶν βασιλέα ἀπέκτεινεν ἡ πρὸς τὸν οἶνον ἄδικος ὁρμή, καὶ αὐτῷ πλευρῖτιν ἐνειργάσατο. καὶ ἕτερος Ἰλλυριῶν βασιλεὺς Γέντιος πίνειν καὶ οὗτος εἴθιστο ἀκρατῶς. τόν γε μὴν Καππαδόκων βασιλέα Ὀροφέρνην τί τοῦτον ἐάσομεν, καὶ ἐκεῖνον πιεῖν γενόμενον δεινόν; εἰ δὲ χρὴ καὶ γυναικῶν μνημονεῦσαι, ἄτοπον μὲν γυνὴ φιλοπότις, καὶ πολυπότις ἔτι πλέον, εἰρήσθω δ᾽ οὖν καὶ περὶ τούτων. Κλεώ φασιν ἐς ἅμιλλαν ἰοῦσα οὐ γυναιξὶ μόναις ἀλλὰ καὶ τοῖς ἀνδράσι τοῖς συμπόταις δεινοτάτη πιεῖν ἦν, καὶ ἐκράτει πάντων, αἴσχι-
Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/112
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.