Μετάβαση στο περιεχόμενο

Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/111

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

41 Φιλοπόται δὲ λέγονται γενέσθαι Διονύσιος ὁ Σικελίας τύραννος, καὶ Νυσαῖος καὶ οὗτος τύραννος, καὶ Ἀπολλοκράτης ὁ Διονυσίου τοῦ τυράννου υἱός, καὶ Ἱππαρῖνος Διονυσίου καὶ οὗτος, καὶ Τιμόλαος ὁ Θηβαῖος καὶ Χαρίδημος ὁ Ὠρείτης καὶ Ἀρκαδίων καὶ Ἐρασίξενος καὶ Ἀλκέτας ὁ Μακεδὼν καὶ Διότιμος ὁ Ἀθηναῖος. οὗτός τοι καὶ χώνη ἐπεκαλεῖτο· ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀδιαλείπτως ἐχώρει τὸν ἐσχεόμενον οἶνον. Κλεομένης δὲ ὁ Λακεδαιμόνιος οὐ μόνον φασὶν ὅτι πολυπότης ἦν, ἀλλὰ γὰρ περιτιθέασιν αὐτῷ καὶ τοῦτο δήπου τὸ Σκυθικὸν κακόν, ὅτι ἀκρατοπότης ἐγένετο. καὶ Ἴωνα δὲ τὸν Χῖον τὸν ποιητὴν καὶ αὐτόν φασι περὶ τὸν οἶνον ἀκρατῶς ἔχειν. καὶ Ἀλέξανδρος δὲ ὁ Μακεδὼν ἐπὶ Καλανῷ τῷ Βραχμᾶνι, τῷ Ἰνδῶν σοφιστῇ, ὅτε ἑαυτὸν ἐκεῖνος κατέπρησεν, ἀγῶνα μουσικῆς καὶ ἱππέων καὶ ἀθλητῶν διέθηκε. χαριζόμενος δὲ τοῖς Ἰνδοῖς καί τι ἐπιχώριον αὐτῶν ἀγώνισμα ἐς τιμὴν τοῦ Καλανοῦ συγκατηρίθμησε τοῖς ἄθλοις τοῖς προειρημένοις. οἰνοποσίας γοῦν ἀγωνίαν προύθηκε, καὶ ἦν τῷ μὲν τὰ πρῶτα φερομένῳ τάλαντον τὸ γέρας, τῷ δὲ δευτέρῳ τριάκοντα μναῖ, τῷ γε μὴν τρίτῳ δέκα. ὁ δὲ τὰ νικητήρια ἀναδησάμενος ἐν αὐτοῖς ἦν Πρόμαχος. καὶ ἐκ Διονυσίου δὲ τῇ τῶν Χοῶν ἑορτῇ προύκειτο ἆθλον τῷ πιόντι πλεῖστον στέφανος χρυσοῦς. καὶ ἐνίκησε Ξενοκράτης ὁ Χαλκηδόνιος, καὶ τὸν στέφανον λαβών, ὅτε ἐπανῄει μετὰ τὸ δεῖπνον, τῷ Ἑρμῇ τῷ πρὸ τῶν θυρῶν ἑστῶτι ἐπέθηκεν αὐτὸν κατὰ τὸ ἔθος τῶν ἔμπροσθεν ἡμερῶν· καὶ γὰρ καὶ τοὺς ἀνθινοὺς καὶ τοὺς ἐκ τῆς μυρρίνης καὶ τὸν ἐκ τοῦ κιττοῦ καὶ τὸν ἐκ τῆς δάφνης ἐνταῦθα ἀνέπαυσε καὶ κατέλιπε. καὶ Ἀνάχαρσις δὲ πάμπολύ φασιν ἔπιε παρὰ Περιάνδρῳ,