οὔσης, ἐπεί τι αὐτοῖς ἐμέμφετο ἀγνωμονοῦσι, πάνυ σφόδρα πεπαιδευμένως καὶ πληκτικῶς εἶπε ῾βούλομαι μᾶλλόν τι ὑφ᾽ ὑμῶν παθεῖν κακὸν ἢ αὐτός τι ὑμᾶς κακῶς δρᾶσαι.
17 Ἡ τῶν ἐν Πέρσαις μάγων σοφία τά τε ἄλλα οἶδεν ὁπόσα αὐτοῖς εἰδέναι θέμις, καὶ οὖν καὶ μαντεύεσθαι. οἵπερ οὖν καὶ προεῖπον τὴν τοῦ Ὤχου περὶ τοὺς ὑπηκόους ἀγριότητα καὶ τὸ φονικὸν αὐτοῦ, διά τινων ἀπορρήτων συμβόλων καταγνόντες τοῦτο. ὅτε γὰρ Ἀρταξέρξου τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐς τὴν βασιλείαν τῶν Περσῶν ὁ Ὦχος παρῆλθεν, οἱ μάγοι προσέταξαν τῶν εὐνούχων τινὶ τῶν πλησίον παρεστώτων φυλάξαι τὸν Ὦχον τῆς τραπέζης παρατεθείσης τίνι πρώτῳ τῶν παρακειμένων ἐπιχειρεῖ. καὶ ὃ μὲν εἱστήκει τηρῶν τοῦτο, ὁ δὲ Ὦχος τὰς χεῖρας ἐκτείνας τῇ μὲν δεξιᾷ τῶν μαχαιρίων τῶν παρακειμένων ἓν ἔλαβε, τῇ δὲ ἑτέρᾳ τὸν μέγιστον τῶν ἄρτων προσειλκύσατο, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τῶν κρεῶν, εἶτα τέμνων ἤσθιεν ἀφειδῶς. ἅπερ ἀκούσαντες οἱ μάγοι δύο ταῦτα ἐμαντεύσαντο, εὐετηρίαν τὴν ἐξ ὡρῶν καὶ εὐφορίαν τὴν παρὰ τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον καὶ πολλοὺς φόνους. καὶ οὐ διεψεύσαντο.
18 Τιμόθεος ὁ Κώνωνος ὁ στρατηγὸς τῶν Ἀθηναίων ἀποστάς ποτε τῶν δείπνων τῶν πολυτελῶν καὶ τῶν ἑστιάσεων τῶν στρατηγικῶν ἐκείνων παραληφθεὶς ὑπὸ Πλάτωνος ἐς τὸ ἐν Ἀκαδημείᾳ συμπόσιον καὶ ἑστιαθεὶς ἀφελῶς ἅμα καὶ μουσικῶς ἔφη πρὸς τοὺς οἰκείους ἐπανελθὼν ὅτι ἄρα οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς διάγουσιν. ἐκ δὴ τούτου διέβαλλε Τιμόθεος τὰ πολυτελῇ δεῖπνα καὶ φορτικὰ ὡς πάντως ἐς τὴν ὑστεραίαν οὐκ εὐφραίνοντα. λόγος δὲ καὶ ἐκεῖνος ἀδελφὸς τῷ προειρημένῳ