Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/98

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τα, οἱ δ᾽ οὖν μελιττουργοὶ ἐλαύνουσιν αὐτὰ ἀπ᾽ αὐτῶν ἢ κόνυζαν ἐπιθυμιάσαντες ἢ χλωρὰν ἔτι μήκωνα πρὸ τῶν σίμβλων καταστήσαντες ἢ καταστρώσαντες. καὶ ταῦτα μὲν τοῖς ἄλλοις ἐχθρά ἐστι τοῖς προειρημένοις, σφηκῶν δὲ ἅλωσις ἐκείνη ἂν εἴη. κύρτον ἀπαρτῆσαι χρὴ πρὸ τῆς σφηκιᾶς καὶ ἐνθεῖναι αὐτῷ λεπτὴν μεμβράδα ἢ μαινίδα ὀλίγην καὶ σὺν τούτοις ἴωπα ἢ χαλκίδα· οἱ δὲ σφῆκες ὑπὸ τῆς ἐμφύτου γαστριμαργίας ἑλκόμενοι, καλοῦντος αὐτοὺς τοῦ δελεάσματος, ἐσπίπτουσιν ἀθρόοι, καὶ περιλαβόντος αὐτοὺς τοῦ κύρτου οὐκ ἔστιν αὐτοῖς τὴν ὀπίσω οὐκέτι ἐκπτῆναι. καὶ οἱ σαῦροι δὲ ἐπιβουλεύουσι ταῖς μελίτταις καὶ οἱ κροκόδειλοι οἱ χερσαῖοι· ὄλεθρος δὲ καὶ τούτοις ἐπιτετέχνηται ἐκεῖνος. ἄλφιτα γὰρ ἐλλεβόρῳ δεύσαντες ἢ τιθυμάλλου ὀπῷ ὑποχέαντες ἢ μαλάχης χυλῷ διασπείρουσι πρὸ τῶν σίμβλων τὰ ἄλφιτα· ὅπερ οὖν ὄλεθρον φέρει τοῖς προειρημένοις ἀπογευσαμένοις αὐτῶν. ἐμβαλὼν δὲ ἐς τὴν λίμνην φλόμου φύλλα ἢ κάρυα ἀπώλεσε τοὺς γυρίνους ὁ τῶν μελιττῶν δεσπότης ῥᾷστα. αἱ δὲ φάλαγγες ἀπόλλυνται νύκτωρ, ἐνακμάζοντος λύχνου τεθέντος πρὸ τῶν σμηνῶν καὶ ἀγγείων ἐλαίου πεπληρωμένων τῷ λύχνῳ ὑποκειμένων· αἳ δὲ πρὸς τὴν αὐγὴν πετόμεναι ἐμπίπτουσιν ἐς τὸ ἔλαιον καὶ ἀπολώλασιν· ἑτέρως δὲ οὐκ ἂν αἱρεθεῖεν ῥᾷστα. οἱ δὲ αἰγίθαλοι ἀλφίτων οἴνῳ διαβραχέντων ἀπογευσάμενοι καρηβαροῦσιν, εἶτα πίπτουσι, καὶ κείμενοι σπαίρουσι, καὶ εἰσὶν αἱρεθῆναι γελοῖοι, ἀναπτῆναι μὲν σπεύδοντες, ἀρχὴν δὲ ἀναστῆναι μὴ δυνάμενοι. οἳ δὲ τὴν χελιδόνα αἰδοῖ τῆς μουσικῆς οὐκ ἀποκτείνουσι, καίτοι ῥᾳδίως ἂν αὐτὴν τοῦτο δράσαντες· ἀπόχρη δὲ αὐ-