Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/86

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μωκωμένη καὶ ἄλλοτε ἄλλην ἰδέαν προσώπου στρέφουσα, ὑφ᾽ ὧν κηλοῦνται καὶ παραμένουσιν ἐνεοὶ πάντες ὄρνιθες, ᾑρημένοι δέει καὶ μάλα γε ἰσχυρῷ ἐξ ὧν ἐκείνη μορφάζει.

30 Ὁ λάβραξ καρίδος ἥττηται, καὶ εἴη ἄν, ἵνα τι καὶ παίσας εἴπω, ἰχθύων ὀψοφαγίστατος. οὐκοῦν ἕλειοι ὄντες τὰς ἑλείους ἐλλοχῶσιν. εἰσὶ γὰρ τῷ γένει τριτταί· καὶ αἳ μὲν αὐτῶν οἵας προεῖπον, αἳ δὲ ἐκ φυκίων, πετραῖαί γε μὴν αἱ τρίται. ἀμύνεσθαι δὲ αὐτοὺς ἀδυνατοῦσαι αἱροῦνται συναποθνήσκειν. καὶ τό γε σόφισμα εἰπεῖν οὐκ ὀκνήσω αὐτῶν. ὅταν γοῦν αἴσθωνται λαμβανόμεναι, τὸ ἐξέχον τῆς κεφαλῆς ῾ἔοικε δὲ τριήρους ἐμβόλῳ καὶ μάλα γε ὀξεῖ, καὶ ἄλλως ἐντομὰς ἔχει δίκην πριόνοσ᾽ τοῦτο τοίνυν αἱ γενναῖαι σοφῶς ἐπιστρέψασαι πηδῶσί τε καὶ ἀναθόρνυνται κοῦφα καὶ ἁλτικά. κέχηνε δὲ ὁ λάβραξ μέγα, καὶ ἔστιν οἱ τὰ τῆς δέρης ἁπαλά. οὐκοῦν ὃ μὲν συλλαβὼν τὴν καρίδα καμοῦσαν οἴεται δεῖπνον ἕξειν, ἣ δὲ ἐν ἐξουσίᾳ τε καὶ εὐρυχωρίᾳ σκιρτᾷ τῆς φάρυγγος ὡς ἂν εἴποις καταχορεύουσα· εἶτα ἐμπήγνυται τῷ δειλαίῳ θηρατῇ τὰ κέντρα, καὶ ἑλκοῦταί οἱ τὰ ἔνδον καὶ ἀνοιδήσαντα αἷμα ἐκβάλλει πολὺ καὶ ἀποπνίγει, καὶ καινότατα δήπου ἀποκτείνασα ἀνῄρηται.

31 Ὀνύχων ἀκμαῖς καὶ ὀδόντων διατομαῖς θαρροῦσι καὶ ἄρκτοι καὶ λύκοι καὶ πάρδοι καὶ λέοντες· τὴν δὲ ὕστριχα ἀκούω ταῦτα μὲν οὐκ ἔχειν, οὐ μὴν ὅπλων ὑπὸ τῆς φύσεως ἀμυντηρίων ἀπολελεῖφθαι ἐρήμην. τοῖς γοῦν ἐπιοῦσιν ἐπὶ λύμῃ τὰς ἄνωθεν τρίχας οἱονεὶ βέλη ἐκπέμπει, καὶ εὐστόχως βάλλει πολλάκις, τὰ νῶτα φρίξασα· καὶ ἐκεῖναί γε πηδῶσιν, ὥσπερ οὖν ἔκ τινος ἀφειμέναι νευρᾶς.

32 Ἦ δεινὸν κακὸν καὶ νόσημα ἄγριον ἔχθρα καὶ