Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/85

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σίαν ἀρχαίους ἀπέδειξε τὸ ζῷον τοῦτο οὐ κόμποις ἀλλὰ τοῖς ἔργοις αὐτοῖς.

26 Μάχονται μὲν ὑπὲρ τῶν θηλειῶν ὡς ὑπὲρ ὡραίων γυναικῶν καὶ οἱ τράγοι πρὸς τράγους καὶ οἱ ταῦροι πρὸς ταύρους καὶ ὑπὲρ οἰῶν οἱ κριοὶ πρὸς τοὺς ἀντερῶντας· ὀργῶσι δὲ ἐπὶ τὰς θηλείας καὶ οἱ θαλάττιοι κάνθαροι. γίνονται δὲ ἐν τοῖς καλουμένοις λεπροῖς χωρίοις, καὶ εἰσὶ ζηλότυποι, καὶ ἴδοις ἂν μάχην ὑπὲρ τῶν θηλειῶν καρτεράν· καὶ ἔστιν ὁ ἀγὼν οὐχ ὑπὲρ πολλῶν, ὡς τοῖς σαργοῖς, ἀλλ᾽ ὑπὲρ τῆς ἰδίας συννόμου, ὡς ὑπὲρ γαμετῆς τῷ Μενέλεῳ πρὸς τὸν Πάριν.

27 Ἑστιᾶται μὲν ἄλλαις καὶ ἄλλαις τροφαῖς ὁ πολύπους· ἔστι γὰρ καὶ φαγεῖν δεινὸς καὶ ἐπιβουλεῦσαι σφόδρα πανοῦργος· τὸ δὲ αἴτιον, παμβορώτατος θηρίων θαλαττίων ἐστί. καὶ ἡ ἀπόδειξις, εἴ τις αὐτῷ γένοιτο ἀθηρία, τῶν ἑαυτοῦ πλοκάμων παρέτραγε, καὶ τὴν γαστέρα κορέσας τὴν σπάνιν τῆς ἄγρας ἠκέσατο· εἶτα ἀναφύει τὸ ἐλλεῖπον, ὥσπερ οὖν τῆς φύσεως τοῦτό οἱ ἐν τῷ λιμῷ παρασκευαζούσης ἕτοιμον τὸ δεῖπνον.

28 Ἵππος ἐρριμμένος σφηκῶν γένεσίς ἐστιν. ὃ μὲν γὰρ ὑποσήπεται, ἐκ δὲ τοῦ μυελοῦ ἐκπέτονται οἱ θῆρες οὗτοι, ὠκίστου ζῴου πτηνὰ ἔκγονα, τοῦ ἵππου οἱ σφῆκες.

29 Αἱμύλον ζῷον καὶ ἐοικὸς ταῖς φαρμακίσιν ἡ γλαῦξ. καὶ πρώτους μὲν αἱρεῖ τοὺς ὀρνιθοθήρας ᾑρημένη. περιάγουσι γοῦν αὐτὴν ὡς παιδικὰ ἢ καὶ νὴ Δία περίαπτα ἐπὶ τῶν ὤμων. καὶ νύκτωρ μὲν αὐτοῖς ἀγρυπνεῖ καὶ τῇ φωνῇ οἱονεί τινι ἐπαοιδῇ γοητείας ὑπεσπαρμένης αἱμύλου τε καὶ θελκτικῆς τοὺς ὄρνιθας ἕλκει καὶ καθίζει πλησίον ἑαυτῆς· ἤδη δὲ καὶ ἐν ἡμέρᾳ θήρατρα ἕτερα τοῖς ὄρνισι προσείει