Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/84

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καταπάττει τῆς θαλάττης, ὑφ᾽ ἣν οἰκοῦσιν οἱ προειρημένοι, ἄλφιτα αἰγείῳ ζωμῷ διαβραχέντα. ἑλκόμενοι δὲ οἱ σαργοὶ ὡς ὑπό τινος ἴυγγος τῆς ὀσμῆς τῆς προειρημένης προσίασι, καὶ σιτοῦνται μὲν τῶν ἀλφίτων, κηλοῦνται δὲ ὑπὸ τῆς δορᾶς. αἱρεῖ δὲ αὐτῶν πολλοὺς ἀγκίστρῳ σκληρῷ καὶ ὁρμιᾷ λίνου λευκοῦ· ἐξῆπται δὲ οὐχὶ καλάμου, ἀλλὰ ῥάβδου κρανείας· δεῖ γὰρ τὸν ἐμπεσόντα ἀνασπάσαι ῥᾷστα, ἵνα μὴ τοὺς ἄλλους ἐκταράξῃ. θηρῶνται δὲ καὶ ἀπὸ χειρός, ἐάν τις τὰς ἀκάνθας, ἃς ἐγείρουσιν ἐς τὸ ἑαυτοῖς ἀμύνειν, ἐς τὸ κάτω μέρος ἀπό γε τῆς κεφαλῆς ἡσυχῆ κατάγων εἶτα κλίνῃ καὶ πιέσας τῶν πετρῶν ἐκσπάσῃ, ἐς ἃς ἑαυτοὺς ὑπὲρ τοῦ λαθεῖν ὠθοῦσιν.

24 Ὁ ἔχις περιπλακεὶς τῇ θηλείᾳ μίγνυται· ἣ δὲ ἀνέχεται τοῦ νυμφίου καὶ λυπεῖ οὐδὲ ἕν. ὅταν δὲ πρὸς τῷ τέλει τῶν ἀφροδισίων ὦσι, πονηρὰν ὑπὲρ τῆς ὁμιλίας τὴν φιλοφροσύνην ἐκτίνει ἡ νύμφη τῷ γαμέτῃ· ἐμφῦσα γὰρ αὐτοῦ τῷ τραχήλῳ, διακόπτει αὐτὸν αὐτῇ κεφαλῇ· καὶ ὃ μὲν τέθνηκεν, ἣ δὲ ἔγκαρπον ἔχει τὴν μίξιν καὶ κύει. τίκτει δὲ οὐκ ᾠά, ἀλλὰ βρέφη, καὶ ἔστιν ἐνεργὰ ἤδη κατὰ τὴν αὑτῶν φύσιν τὴν κακίστην. διεσθίει γοῦν τὴν μητρῴαν νηδύν, καὶ πρόεισι παραυτὰ τιμωροῦντα τῷ πατρί. τί οὖν οἱ Ὀρέσται καὶ οἱ Ἀλκμαίωνες πρὸς ταῦτα, ὦ τραγῳδοὶ φίλοι;

25 Τὴν ὕαιναν τῆτες μὲν ἄρρενα εἰ θεάσαιο, τὴν αὐτὴν ἐς νέωτα ὄψει θῆλυν· εἰ δὲ θῆλυν νῦν, μετὰ ταῦτα ἄρρενα· κοινωνοῦσί τε ἀφροδίτης ἑκατέρας, καὶ γαμοῦσί τε καὶ γαμοῦνται, ἀνὰ ἔτος πᾶν ἀμείβουσαι τὸ γένος. οὐκοῦν τὸν Καινέα καὶ τὸν Τειρε-