Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/80

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τιμότερον τροφῆς καὶ πρεσβύτερον τὸ μὴ κατακοιμίσαι τὴν φυλακὴν πεπιστευκὼς εἶναι. τῶν δὲ ἄλλων ὅταν τι μέλλῃ τῶν προσπιπτόντων ἐσθίειν, ὑποθλάσας εἶτα εἴασε κεῖσθαι· καὶ ἰδὼν τεθνηκός, ἐξ αὐτοῦ τρώγει ἤδη. οἱ δὲ θήλεις κόσσυφοι, ἕως μὲν ἄρρενα ὁρῶσι προασπίζοντα, ὡς ἂν εἴποις, μένουσιν ἔνδον καὶ τὸ τῆς οἰκουρίας φυλάττουσι σχῆμα· ὅταν δὲ ἀφανισθῇ, ἀλύουσιν αἵδε, προάγει τε αὐτὰς καὶ ἐξάγει ἡ ἀθυμία καὶ ἐνταῦθα ἑαλώκασι. τί πρὸς ταῦτα οἱ ποιηταὶ λέγουσιν οἱ τήν τε Εὐάδνην ἡμῖν τὴν Ἴφιδος καὶ τὴν Ἄλκηστιν τὴν Πελίου παῖδα ἐνδόξως θρυλοῦντες;

16 Πατὴρ δὲ ἐν ἰχθύσιν ὁ γλαῦκος οἷός ἐστι. τὰ γεννώμενα ἐκ τῆς συννόμου παραφυλάττει ἰσχυρῶς, ἵνα ἀνεπιβούλευτά τε καὶ ἀσινῆ ᾖ. καὶ ἕως φαιδρὰ καὶ ἔξω δέους διανήχεται, ὃ δὲ τὴν φρουρὰν οὐκ ἀπολιμπάνει, ἀλλὰ πῇ μὲν οὐραγεῖ, πῇ δὲ οὔ, ταύτην δὲ παρανήχεται τὴν πλευρὰν ἢ ἐκείνην· ἐὰν δὲ δείσῃ τῶν τι νηπίων, ὃ δὲ χανὼν ἐσεδέξατο τὸ βρέφος· εἶτα τοῦ φόβου παραδραμόντος τὸν καταφυγόντα ἀνεμεῖ οἷον ἐδέξατο, καὶ ἐκεῖνος πάλιν νήχεται.

17 Κύων δὲ θαλαττία τεκοῦσα ἔχει συννέοντα τὰ σκυλάκια ἤδη καὶ οὐκ ἐς ἀναβολάς. ἐὰν δὲ δείσῃ τι τούτων, ἐς τὴν μητέρα ἐσέδυ αὖθις κατὰ τὸ ἄρθρον· εἶτα τοῦ δέους παραδραμόντος τὸ δὲ πρόεισιν, ὥσπερ οὖν ἀνατικτόμενον αὖθις.

18 Θαυμάζουσιν ἄνθρωποι τὰς γυναῖκας ὡς ἄγαν φιλοτέκνους· ὁρῶ δὲ ὅτι καὶ τεθνεώτων υἱῶν ἢ θυγατέρων ἔζησαν μητέρες, καὶ τῷ χρόνῳ τοῦ πάθους εἰλήφασι λήθην τῆς λύπης μεμαρασμένης. δελφὶς δὲ ἄρα θῆλυς φιλοτεκνότατος ἐς τὰ ἔσχατα ζῴων ἐστί.