Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/79

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λάμων ταῖς νύμφαις ἀφίστανται. καὶ τοῦτο μὲν τὸ τοῦ γάμου θρυπτικὸν καὶ τὸ ἐς πολλὰς ἔχειν τὴν ὁρμὴν νενεμημένην φαίης ἂν εἶναι τρυφώντων ἐς εὐνὴν βαρβάρων καί, ὡς ἂν εἴποις σὺν παιδιᾷ σπουδάσας, βίον Μηδικόν τε καὶ Περσικόν. ἔστι δὲ ἰχθύων ζηλοτυπώτατος καὶ τὴν ἄλλως μέν, οὐχ ἥκιστα δὲ ὅταν αἱ νύμφαι τίκτωσιν αὐτῷ. εἰ δὲ λαμυρώτερον ταῦτα τῇ καταχρήσει τῶν ὀνομάτων εἴρηται, δίδωσιν ἡμῖν τὰ ἐκ τῆς φύσεως πραττόμενα τὴν τῶν τοιούτων ἐξουσίαν. αἳ μὲν γὰρ ὠδίνων ἤδη πειρώμεναι ἠρεμοῦσί τε καὶ ἔνδον μένουσιν, ὁ δὲ ἄρρην, οἷα δήπου γαμέτης, περιθυρῶν τὰς ἐπιβουλὰς φυλάττει τὰς ἔξωθεν φόβῳ τῶν βρεφῶν. ἔοικε γὰρ καὶ τὰ μήπω γεννώμενα φιλεῖν καὶ δέει πατρικῷ ἁλισκόμενος ἐντεῦθεν ὀρρωδεῖν ἤδη, καὶ διημερεύει μὲν ἐπὶ τῇ φρουρᾷ πάντων ἄγευστος, καὶ ἡ φροντὶς αὐτὸν τρέφει· δείλης δὲ ὀψίας γενομένης ἀφεῖται τῆς ἀνάγκης τῆσδε, καὶ μαστεύει τροφήν, καὶ οὐκ ἀτυχεῖ αὐτῆς. καὶ ἑκάστη δὲ ἄρα εὑρίσκει τῶν ἔνδον, εἴτε ἐπ᾽ ὠδῖσιν εἴη εἴτε ἤδη λεχώ, φυκία πολλὰ τῶν ἐν ταῖς ὀπαῖς καὶ περὶ τὰς πέτρας, ἅ οἱ δεῖπνόν ἐστιν.

15 Ἐπιβουλεύειν κοσσύφῳ δεινὸς ἁλιεὺς ἐφαρμόσας ἀγκίστρῳ μόλυβδον βαρὺν καὶ ἐνείρας τῷ ἀγκίστρῳ καρίδα μεγάλην καθίησι τὸ δέλεαρ. καὶ ὃ μὲν ὑποκινεῖ τὴν ὁρμιὰν ἐγείρων τε καὶ θήγων ἐς τὴν τροφὴν τὸ θήραμα, ἡ καρὶς δὲ κινουμένη εἶτα μέντοι δόξαν τινὰ ἀποστέλλει μελλούσης ἐς τὰς ὀπὰς τὰς τοῦ κοσσύφου παριέναι. τῷ δὲ ἄρα τοῦτο ἔχθιστον· καὶ διὰ ταῦτα αἰσθανόμενος, ὡς ἔχει θυμοῦ, ἵεται ἀφανίζειν τὴν ἐχθίστην ῾οὐ γάρ οἱ μέλει τῆς γαστρὸς τηνικαῦτἀ, καὶ συνθλάσας αὐτὴν ἀπαλλάττεται, προ-