Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/496

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λῆς ἐπιφοιτῆσαι μελιττῶν σμῆνος, αἵπερ οὖν ᾄδονται χαλκοειδεῖς, ἐγχριμπτούσας δὲ ἄρα αὐτοῖς τὰ κέντρα εἶτα μέντοι πικρότατα λυπεῖν. ὧνπερ οὖν ἐκείνους τὴν προσβολὴν οὐ φέροντας ἀναστῆναι τῆς πατρίδος καὶ μέντοι καὶ ἐς χῶρον ἐλθεῖν ἄλλον, καὶ οἰκίσαι φιλίᾳ τῆς μητρίδος, ἵνα Κρητικῶς εἴπω, Ῥαῦκον, εἰ καὶ τοῦ χωρίου ὁ δαίμων ἤλαυνεν αὐτούς, ἀλλὰ γοῦν τελέως ἀποσπασθῆναι τοῦ ὀνόματος οὐχ ὑπομείναντες. λέγει δὲ ὁ Ἀντήνωρ καὶ ἔτι κατὰ τὴν Ἴδην τὴν Κρῆσσαν ἐκείνου τοῦ γένους τῶν μελιττῶν εἶναι ἰνδάλματα, οὐ πολλὰ μέν, εἶναι δ᾽ οὖν, καὶ πικρὰ ἐντυχεῖν, ὡς ἐκεῖναι ἦσαν.

36 Καμήλου κρέας ἥδεται λέων ἐσθίων. καὶ τὸ μαρτύριον, Ἡρόδοτος λέγει ταῖς Ξέρξου καμήλοις ταῖς τὸν σῖτον φερούσαις ἐπιθέσθαι λέοντας. τὰ δὲ ἄλλα οὐκ ἐσίνοντο, οὐχ ὑποζύγιον, οὐκ ἄνθρωπον, ἦ δ᾽ ὅς. ὀλίγα δὲ Ἡρόδοτος ᾔδει ἐξετάζων τροφὴν λεόντων Θρᾳκίων· ἴσασι δὲ καὶ Ἄραβες ταῦτα, καὶ ὅσοι λεόντων καὶ καμήλων μητέρα τε ἅμα καὶ τροφὸν γῆν ἔχουσιν. οὐκ ἂν γοῦν θαυμάσαιμι εἰ φύσει τινὶ ἀπορρήτῳ λέων ἥδεται καμήλου κρέας καὶ μὴ θεασάμενος φαγεῖν, εἴ ποτε ἐντύχοι· ἡ γὰρ φυσικὴ ἐπιθυμία καὶ τοὺς οὐκ ἰδόντας ἐς τὴν τῆς τροφῆς ἐπιθυμίαν ἀναφλέγει.

37 Ἀμῶντες ἄνθρωποι, τὸν ἀριθμὸν ἑκκαίδεκα, τοῦ ἡλίου καταφλέγοντος δίψει πιεζόμενοι ἕνα ἑαυτῶν ἀπέστειλαν ἐκ πηγῆς γειτνιώσης κομίσαι ὕδωρ. οὐκοῦν ὁ ἀπιὼν τὸ μὲν δρέπανον τὸ ἀμητικὸν διὰ χειρὸς εἶχε, τὸ δὲ ἀρυστικὸν ἀγγεῖον κατὰ τοῦ ὤμου ἔφερεν. ἐλθὼν δὲ καταλαμβάνει ἀετὸν ὑπό τινος ὄφεως ἐγκρατῶς τε καὶ εὐλαβῶς περιπλακέντα. ἔτυχε δὲ ἄρα καταπτὰς μὲν ἐπ᾽ αὐτὸν ὁ ἀετός, οὐ μὴν τῆς ἐπι-