Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/492

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ ἰσχύς τις κολλητικὴ βλεφάρων ἐκ τῆς πρὸς τὴν αὐγὴν ἀντιτυπίας, ὅταν ἴδωσιν ἀτενές· εἶτα οὐχ ὁρῶντες αἱροῦνται ῥᾷστα· φυγεῖν γὰρ ἔτι εἰσίν ἥκιστοι. εἴρηται μὲν ὑπὲρ πιθήκων καὶ ἄλλα, Ἰνδῶν τε καὶ οὐκ Ἰνδῶν· καὶ ταῦτα δὲ ἔχει τινὰ τῷ συνιέντι οὐκ ἀσπούδαστα, οὐ μὰ Δία.

26 Λέοντας ἐν Ἰνδοῖς γίνεσθαι μεγίστους οὐ διαπορῶ· τὸ δὲ αἴτιον, τῶν ζῴων τῶν ἑτέρων ἥδε ἡ γῆ μήτηρ ἐστὶν ἀγαθή. εἰσὶ δὲ ἀγριώτατοι καὶ θηριωδέστατοι. δέρη δὲ ἐκείνων τῶν λεόντων μέλαινά τε ἰδεῖν, καὶ φρίξασα ὀρθή τε ἀνίσταται καὶ συνεκπέμπει δέος οἷον ἐκπληκτικόν. εἰ δὲ ἁλῶναι δυνηθεῖεν, πραΰνονται, ἀλλ᾽ οὐχ οἱ μέγιστοι· καὶ ἡμεροῦνταί τε καὶ γίνονται ῥᾷστα τιθασοί, ὡς ἄγειν γε ἀπὸ ῥυτῆρος ἐπὶ θήραν κεμάδων καὶ ἐλάφων καὶ συῶν καὶ ταύρων καὶ ἀγρίων ὄνων. εἰσὶ γὰρ καὶ ῥινηλατῆσαι ὡς ἀκούω δεινοί.

27 Ἐν τῇ Λιβύων χώρᾳ ἔθνος ἦν φασι τὸ καλούμενον Νόμαιον. καὶ τὰ μὲν ἄλλα διευτυχοῦντες εὐνόμου μάλα καὶ εὐδαίμονος ναὶ μὰ Δία λήξεως εἶτα ἠφανίσθησαν τελέως, λεόντων αὐτοῖς ἐπελθόντων πλήθει τε παμπόλλων καὶ μεγέθει μεγίστων καὶ τὴν τόλμαν ἀμάχων, ὑφ᾽ ὧν πανδημεί τε καὶ παγγενεὶ διαφθαρέντες εἶτα ἐς τὸ παντελὲς ἀπώλοντο. λεόντων γὰρ ἀθρόων ἐπιδημία χρῆμα ἀπρόσμαχον.

28 Εὐφορίων δὲ ἐν τοῖς Ὑπομνήμασι λέγει τὴν Σάμον ἐν τοῖς παλαιτάτοις χρόνοις ἐρήμην γενέσθαι· φανῆναι γὰρ ἐν αὐτῇ θηρία μεγέθει μὲν μέγιστα, ἄγρια δέ, καὶ προσπελάσαι τῳ δεινά, καλεῖσθαί γε μὴν νηάδας. ἅπερ οὖν καὶ μόνῃ τῇ βοῇ ῥηγνύναι τὴν γῆν. παροιμίαν οὗν ἐν τῇ Σάμῳ διαρρεῖν τὴν