Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/483

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κηται ἢ λίμνην, οὐ πρότερον ἐπικύπτει πιεῖν, πρὶν ἢ τοῖς ποσὶν ἀναταράξῃ τὴν ἰλὺν καὶ ἀφανίσῃ τὸ κάλλος τοῦ ὕδατος. ἄποτος δὲ ἐὰν μείνῃ, διακαρτερεῖ καὶ ὀκτὼ ἡμέρας.

8 Πυθαγόρας ἐν τοῖς περὶ τῆς Ἐρυθρᾶς θαλάττης λέγει ζῷόν τι γίνεσθαι χερσαῖον περὶ τὸ πέλαγος ἐκεῖνο, τὸν καλούμενον κῆπον. φερώνυμον δὲ εἶναι· ἔχειν γὰρ χρόας πολλάς. καὶ μέγεθος μὲν εἰληχέναι τὸν τέλειον κατὰ τοὺς κύνας τοὺς Ἐρετρικούς. περιελθεῖν δὲ αὐτοῦ τὸ ποικίλον ἐθέλω καὶ δεῖξαι τῷ λόγῳ, ὡς ἐκεῖνος γράφει. τὰ μὲν δὴ περὶ τὴν κεφαλὴν αὐτῷ καὶ τὸ νῶτον καὶ τὴν ῥάχιν ἐς τὴν οὐρὰν τελευτῶντα ἀκράτως πυρρά ἐστι, θεάσαιο δ᾽ ἂν καὶ τρίχας χρυσοειδεῖς τινας διεσπαρμένας· λευκὸν δὲ τὸ πρόσωπόν οἱ μέχρι τῶν παρειῶν, ἐντεῦθέν γε μὴν ταινίαι χρυσοειδεῖς κατίασιν ἐς τὴν δέρην. ταύτης δὲ τὰ κάτω μέχρι τῶν στέρνων καὶ οἱ πόδες δὲ οἱ πρόσθιοι λευκανθίζει πάντα. μαζοὶ δὲ χειροπληθεῖς δύο κυανοῖ, γαστὴρ δὲ λευκὴ πᾶσα, πόδες δὲ οἱ κατόπιν μέλανές εἰσι. προσώπου δὲ μορφή, κυνοκεφάλῳ παραβαλὼν αὐτὴν ἀληθεύσεις, εὖ ἴσθι.

9 Ὀνοκενταύραν καλοῦσι ζῷόν τι, καὶ ταύτην ὅστις εἶδεν, οὐκ ἂν ἠπίστησεν ὅτι καὶ Κενταύρων φῦλα ἦν, καὶ οὐ κατεψεύσαντο οἱ χειρουργοὶ τῆς φύσεως, ἀλλὰ καὶ ἐκείνους ἤνεγκεν ὁ χρόνος κράσει σωμάτων οὐχ ὁμοίων ἑνωθέντας. καταλείπωμεν δὲ αὐτούς, εἴτε ἐγένοντο ὄντως ἐπιδημίᾳ μιᾷ καὶ τῇ αὐτῇ, εἴτε ἡ φήμη κηροῦ παντὸς οὖσα εὐπλαστοτέρα τε καὶ εὐπειθεστέρα διέπλασεν αὐτούς, καὶ ἀνέμιξεν ἵππου καὶ ἀνθρώπου δαιμονίᾳ τινὶ συναφῇ ἡμίτομα, καὶ