Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/478

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἱστορίας γενέσθαι ἐν τῇ νήσῳ παρὰ τὸ ὄρος τὸ καλούμενον Πελινναῖον ἐν αὐλῶνί τινι δασεῖ καὶ δένδρων ὑψηλῶν πεπληρωμένῳ δράκοντα μεγέθει μέγιστον, οὗπερ οὖν καὶ τὸν συριγμὸν ἐπεφρίκεσαν οἱ τὴν Χίον κατοικοῦντες. οὔκουν οὐδὲ ἐτόλμων τινὲς ἢ τῶν γεωργούντων ἢ τῶν νεμόντων πλησίον γενόμενοι καταγνῶναι τὸ μέγεθος, ἀλλὰ ἐκ μόνης τῆς σύριγγος πελώριόν τε καὶ ἐκπληκτικὸν τὸ θηρίον εἶναι ἐπίστευον· ἐγνώσθη δ᾽ οὖν ὅσος ποτὲ τὸ μέγεθος ἦν δαιμονίᾳ τινὶ καὶ θαυμαστῇ μηχανῇ ναὶ μὰ Δία. σφοδροῦ γὰρ ἀνέμου καὶ σκληροῦ προσπεσόντος ἐρρίφη πρὸς ἄλληλα τὰ ἐν τῷ αὐλῶνι δένδρα, καὶ οἱ κλάδοι βιαίως ἀραττόμενοι τίκτουσι πῦρ, καὶ αἴρεται μεγίστη φλόξ, καὶ περιλαμβάνει τὸν πάντα χῶρον καὶ κυκλοῦται τὸν θῆρα· ὃ δὲ ἀποληφθεὶς καὶ ἐξερπύσαι μὴ δυνάμενος καταπίμπραται. οὐκοῦν γυμνωθέντος τοῦ τόπου γίνεται κάτοπτα πάντα· καὶ οἱ Χῖοι ἐλευθερωθέντες τοῦ δέους ἧκον ἐπὶ θέαν, καὶ καταλαμβάνουσι τὰ ὀστᾶ μεγέθει μέγιστα καὶ τὴν κεφαλὴν ἐκπληκτικήν, ὡς ἐκ τούτων ἔχειν συμβαλεῖν ὅσος τε ἐκεῖνος ἦν καὶ ὁποῖος ἔτι περιών.

40 Ὄφεως ὄνομα σήψ, καὶ ἔχει θαυμάσαι ἄξιον ἐκεῖνο. τὴν χρόαν ἐκτρέπει τὴν ἑαυτοῦ, καὶ ἔοικε τοῖς τόποις καθ᾽ οὓς ἔρχεται. ὀδόντας δὲ ἄρα τέτταρας τοὺς κάτω φέρει κοίλους, ἐφ᾽ ὧν ὑμενώδεις ἐπίκεινται χιτῶνες, καλύπτοντες τὰ κοιλώματα. ἐκ τούτων οὖν πατάξαν τὸ θηρίον εἶτα ἀφίησι τὸν ἰόν· σήπει δὲ παραχρῆμα καὶ ἀναιρεῖ τάχιστα.

41 Μεγασθένης φησὶ κατὰ τὴν Ἰνδικὴν σκορπίους γίνεσθαι πτερωτοὺς μεγέθει μεγίστους, τὸ κέντρον δὲ ἐγχρίμπτειν τοῖς Εὐρωπαίοις παραπλησίως. γίνεσθαι δὲ καὶ ὄφεις αὐτόθι καὶ τούτους πτηνούς· ἐπιφοι-