Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/477

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

φασὶ καὶ δεινοὺς τὸ δῆγμα. προϊέναι μὲν οὖν αὐτοὺς τοῦ ἄντρου λόγος ἔχει, ὅσον ἐς τὴν λίμνην ἐξερπύσαι τὴν παρακειμένην καὶ νήχεσθαι, πειρωμένους δὲ περαιτέρω τοῦ ὕδατος προελθεῖν οὐ δύνασθαι· μέλλόντας γὰρ ἐπιβαίνειν τῆς γῆς ἐλλοχᾶν καρκίνους μεγάλους, οἵπερ οὖν ἀνατείναντες τὰς χηλὰς συλλαμβάνουσιν ἐς πνῖγμα αὐτοὺς καὶ ἀναιροῦσι. δεδοικότες οὖν οἱ ὄφεις τοὺς ἐχθροὺς ἡσυχάζουσι, καὶ ἐς τὴν γῆν αὐτοῖς ἄβατά ἐστι· πεφρίκασι γὰρ τὴν ἐκ τῶν καρκίνων φρουρὰν καὶ κόλασιν. καὶ πάντως ἂν ἀπολώλεσαν οἱ περὶ τὸν χῶρον ἐκ πολλοῦ, εἰ μὴ φύσει τινὶ ἀπορρήτῳ περιειληφότες οἱ προειρημένοι καρκίνοι τῆς λίμνης τὰ χείλη καὶ ἀπείργοντες εἶτα εἰρηναῖα ἀπέφαινον τὰ ἐν τῷ τόπῳ πάντα.

39 Ὀνησίκριτος ὁ Ἀστυπαλαιεὺς λέγει ἐν Ἰνδοῖς κατὰ τὴν Ἀλεξάνδρου τοῦ παιδὸς Φιλίππου ἀνάβασιν γενέσθαι δράκοντας δύο, οὓς Ἀβισάρης ὁ Ἰνδὸς ἔτρεφεν, ὧν ὃ μὲν ἦν πήχεων τετταράκοντα καὶ ἑκατόν, ὃ δὲ ὀγδοήκοντα· καί φησι ἐπιθυμῆσαι δεινῶς Ἀλέξανδρον θεάσασθαι αὐτούς. λέγουσι δὲ Αἰγύπτιοι λόγοι καὶ ἐπὶ τοῦ Φιλαδέλφου ἐξ Αἰθιοπίας ἐς τὴν Ἀλεξάνδρου πόλιν κομισθῆναι δράκοντας δύο ζῶντας, καὶ τὸν μὲν αὐτῶν εἶναι πήχεων δεκατεττάρων τὸν δὲ δεκατριῶν· ἐπί γε μὴν τοῦ Εὐεργέτου τρεῖς κομισθῆναι, καὶ τὸν μὲν εἶναι πήχεων ἐννέα, τὸν δὲ ἑπτά, τὸν δὲ τρίτον ἑνὶ ἀπολείπεσθαι· καὶ τρέφεσθαί γε ἐν Ἀσκληπιοῦ σὺν πολλῇ τῇ κομιδῇ αὐτοὺς Αἰγύπτιοί φασι. καὶ ἀσπίδας δὲ τετραπήχεις γίνεσθαι πολλάκις οἱ αὐτοὶ λέγουσι. μνήμην δὲ ἄρα τούτων ἐποιησάμην, τὸ ἴδιον τῶν ζῴων ἐπεξελθὼν καὶ ἐς ὅσον πέφυκε μῆκος προϊέναι δεῖξαι βουληθεὶς. λέγουσιν οὖν καὶ οἱ τὰς ὑπὲρ τῆς Χίου συγγράψαντες