Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/462

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μεγίστας, αἵπερ οὖν ἐπανίστανται ἐν τοῖς βαθέσιν ἀρώμασιν, εὐπειθοῦς μὲν οὔσης τῆς γῆς, ἐς πολὺ δὲ κατιόντος τοῦ ἀρότρου καὶ τὴν αὔλακα σχίζοντος ῥᾷστα καὶ ἐγείροντος τὰς βώλους ὑψοῦ. ταύτας δὲ καὶ ἀποδύεσθαι τὸ ἔλυτρόν φασιν. οἱ τοίνυν ἀρόται καὶ πᾶν τὸ περὶ τοὺς ἀγροὺς ἐργατικὸν ταῖς μακέλλαις ἀνασπῶσιν αὐτάς, καὶ ἐξαίρουσιν ὥσπερ οὖν ἐκ τῶν θριπηδέστων φυτῶν τὰς εὐλάς. εἰσὶ δὲ γλυκεῖαι τὴν σάρκα καὶ πίονες, οὐ μὴν κατὰ τὰς θαλαττίας πικραὶ καὶ αὗται.

15 Θυμόσοφα δὲ καὶ παρ᾽ ἡμῖν ζῷά ἐστιν, οὐ μὴν ὅσα ἐν Ἰνδοῖς ἀλλὰ ὀλίγα. ἐκεῖ δὲ ὅ τε ἐλέφας τοιοῦτός ἐστι καὶ ὁ σιττακὸς καὶ αἱ σφίγγες καὶ οἱ καλούμενοι σάτυροι· σοφὸν δὲ ἄρα ἦν καὶ ὁ μύρμηξ ὁ Ἰνδός. οἱ μὲν οὖν ἡμεδαποὶ τὰς ἑαυτῶν χειὰς καὶ ὑποδρομὰς ὑπὸ τὴν γῆν ὀρύττουσι, καὶ φωλεούς τινας κρυπτοὺς ἀποφαίνουσι γεωρυχοῦντες, καὶ μεταλλείαις ὡς εἰπεῖν τισιν ἀπορρήτοις καὶ λανθανούσαις καταξαίνονται· ἀλλὰ οἵ γε Ἰνδοὶ μύρμηκες οἰκίσκους τινὰς συμφορητοὺς ἐργάζονται, καὶ τούτους γε οὐκ ἐν χωρίοις ὑπτίοις καὶ λείοις καὶ ἐπικλυζομένοις ῥᾷστα, ἀλλὰ μετεώροις καὶ ὑψηλοῖς. ἐν αὐτοῖς δὲ περιόδους τινὰς καὶ ὡς εἰπεῖν σύριγγας Αἰγυπτίας ἢ λαβυρίνθους Κρητικοὺς σοφίᾳ τινὶ ἀπορρήτῳ διατρήσαντες οἰκεῖα ἑαυτοῖς ἀπέφηναν, οὐκ εὐθυτενῆ καὶ ῥᾴδια παρελθεῖν ἀλλ᾽ ἑλιγμοῖς καὶ διατρήσεσι λοξά· καὶ ἀπολείπουσί γε ἐπιπολῆς μίαν ὀπήν, δι᾽ ἧς εἰσίασί τε αὐτοὶ καὶ τὰ σπέρματα ὅσα ἐκλέγουσι, εἶτα ἐς τοὺς ἑαυτῶν θησαυροὺς ἐσκομίζουσι. παλαμῶνται δὲ ἄρα τὰς ἐν ὕψει φωλεύσεις ὑπὲρ τοῦ τὰς ἐκ τῶν ποταμῶν ἀναχύσεις τε καὶ ἐπικλύσεις διαδιδράσκειν. καὶ αὐτοῖς ὑπὲρ τῆσδε τῆς σοφίας περιγί-