Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/459

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὸ ῥάμφος. οὐχ ἡμεροῦται δὲ κατὰ τὸν ἄλλον, οὐδὲ γίνεται τιθασός, ἀλλ᾽ ἄγριος ἐς τὸ ἀεὶ διαμένει. ἔστι δὲ οὐ μέγας, βρωθῆναί τε ἡδίων τοῦ ἑτέρου, καὶ τὴν σάρκα πως δοκεῖ πυκνότερος.

8 Ἡ δὲ Ἰνδῶν θάλαττα ὕδρους θαλαττίους τίκτει πλατεῖς τὰ οὐράς· τίκτουσι δὲ καὶ λίμναι μεγίστους ὕδρους. οἱ δὲ θαλάττιοι ὄφεις οἵδε κάρχαρον ἐοίκασι μᾶλλον ἔχειν τὸ δῆγμα ἤπερ οὖν ἰῶδες.

9 Ἐν Ἰνδοῖς ἵππων τε ἀγρίων καὶ ὄνων τοιούτων εἰσὶν ἀγέλαι. οὐκοῦν ἀναβαινόντων τῶν ὄνων τὰς ἵππους, ὑπομένειν ἐκείνας λέγουσι, καὶ ἥδεσθαι τῇ μίξει, καὶ τίκτειν ἡμιόνους πυρροὺς τὴν χρόαν καὶ ἄγαν δρομικούς, δυσλόφους δὲ καὶ δυσγαργάλεις ἄλλως. ποδάγραις δὲ τούτους αἱροῦσιν, εἶτα ἀνάγεσθαι τῷ τῶν Πρασίων βασιλεῖ φασι· καὶ διετεῖς μὲν ἑαλωκότας μὴ ἀναίνεσθαι τὴν πώλευσιν, πρεσβυτέρους δὲ μὴ διαφέρειν τῶν καρχάρων θηρίων καὶ σαρκοφάγων μηδὲ ἕν.

10 Ἐν Πρασίοις δὲ τοῖς Ἰνδικοῖς εἶναι γένος πιθήκων φασὶν ἀνθρωπόνουν, ἰδεῖν δέ εἰσι κατὰ τοὺς Ὑρκανοὺς κύνας τὸ μέγεθος, προκομία τε αὐτῶν ὁρᾶται συμφυής· εἴποι δ᾽ ἂν ὁ μὴ τὸ ἀληθὲς εἰδὼς ἀσκητὰς εἶναι αὐτάς. γένειον δὲ αὐτοῖς ὑποπέφυκε σατυρῶδες, ἡ δὲ οὐρὰ κατὰ τὴν τῶν λεόντων ἀλκαίαν ἐστί. καὶ τὸ μὲν ἄλλο πᾶν σῶμα πεφύκασι λευκοί, τὴν δὲ κεφαλὴν καὶ τὴν οὐρὰν ἄκραν εἰσὶ πυρροί. σώφρονες δὲ καὶ φύσει τιθασοί· εἰσὶ δὲ ὑλαῖοι τὴν δίαιταν, καὶ σιτοῦνται τῶν ὡραίων τὰ ἄγρια. φοιτῶσι δὲ ἀθρόοι ἐς τὰ τῆς Λατάγης προάστεια ῾πόλις δέ ἐστιν Ἰνδῶν ἡ Λατάγἠ, καὶ τὴν προτεθειμένην αὐτοῖς ἐκ βασιλέως ἑφθὴν ὄρυζαν σιτοῦνται· ἀνὰ πᾶσαν δὲ ἡμέραν ἥδε ἡ δαὶς αὐτοῖς εὐτρεπὴς πρό-