Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/456

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

2 Ἐν Ἰνδοῖς μανθάνω σιττακοὺς ὄρνεις γίνεσθαι, ὧνπερ οὖν καὶ ἀνωτέρω μνήμην ἐποιησάμην· ἃ δὲ πρότερον ὑπὲρ αὐτῶν οὐκ εἶπον, ταῦτά μοι λεχθῆναι νῦν δοκεῖ πρεπωδέστατα. γένη τρία αὐτῶν ἀκούω· οἱ πάντες δὲ οὗτοι μαθόντες ὡς παῖδες, οὕτως καὶ αὐτοὶ γίνονται λάλοι καὶ φθέγγονται φθέγμα ἀνθρωπικόν. ἐν δὲ ταῖς ὕλαις ὀρνίθων μὲν ἀφιᾶσιν ἦχον, φωνὴν δὲ εὔσημόν τε καὶ εὔστομον οὐ προΐενται, ἀλλ᾽ εἰσὶν ἀμαθεῖς καὶ οὔπω λάλοι. γίνονται δὲ καὶ ταῶς ἐν Ἰνδοῖς τῶν πανταχόθεν μέγιστοι, καὶ πελειάδες χλωρόπτιλοι· φαίη τις ἂν πρῶτον θεασάμενος καὶ οὐκ ἔχων ἐπιστήμην ὀρνιθογνώμονα, σιττακὸν εἶναι καὶ οὐ πελειάδα. χείλη δὲ ἔχουσι καὶ σκέλη τοῖς ἐν Ἕλλησι πέρδιξι τὴν χρόαν προσεοικότα. ἀλεκτρυόνες δὲ γίνονται μεγέθει μέγιστοι, καὶ ἔχουσι λόφον οὐκ ἐρυθρὸν κατά γε τοὺς ἡμεδαπούς, ἀλλὰ ποικίλον κατὰ τοὺς ἀνθινοὺς στεφάνους. τὰ δὲ πτερὰ τὰ πυγαῖα ἔχουσιν οὐ κυρτὰ οὐδὲ ἐς ἕλικα ἐπικαμφθέντα ἀλλὰ πλατέα, καὶ ἐπισύρουσιν αὐτά, ὥσπερ οὖν καὶ οἱ ταῶς, ὅταν μὴ ὀρθώσωσί τε καὶ ἀναστήσωσιν αὐτά. χρόαν δὲ ἔχει τὰ πτερὰ τῶν Ἰνδῶν ἀλεκτρυόνων χρυσωπόν τε καὶ κυαναυγῆ κατὰ τὴν σμάραγδον λίθον.

3 Γίνεται δὲ ἐν Ἰνδοῖς καὶ ἄλλο ὄρνεον, καὶ ἔχει τὸ μέγεθος κατὰ τοὺς ψᾶρας, καὶ ἔστι ποικίλον, καὶ μουσωθὲν ἀνθρώπου φωνὴν εἶτα μέντοι τῶν σιττακῶν ἐστι λαλίστερόν τε καὶ θυμοσοφώτερον. οὐ μὴν τὴν ἐξ ἀνθρώπων τροφὴν ἡδέως ὑπομένει, ἀλλὰ ἐλευθερίας πόθῳ καὶ παρρησίας τῆς κατὰ τὴν συντροφίαν ἐπιθυμίᾳ ἀσπάζεται λιμὸν μᾶλλον ἢ δουλείαν μετὰ τρυφῆς. καλοῦσι δὲ αὐτὸ οἱ Μακεδόνων Ἰνδοῖς ἐποικήσαντες ἔν τε Βουκεφάλοις πόλει καὶ τῇ περὶ