Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/450

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ριγμὸν μὲν οὖν ἀφῆκε μέγιστον καὶ φύσημα, ὡς ἐκπλῆξαί τε πάντας καὶ ἐκταράξαι. ἐλέγετο δὲ ἄρα πήχεων ἑβδομήκοντα εἶναι, ἐφάνη γε μὴν οὐ πᾶς· μόνη γὰρ ἐξέκυψε ἡ κεφαλή. καὶ οἵ γε ὀφθαλμοὶ ᾄδονται αὐτοῦ τὸ μέγεθος ἔχειν Μακεδονικῆς ἀσπίδος.

22 Ταῖς κορώναις ἔργον τοὺς ἀετοὺς ἐρεσχελεῖν ἐστιν. οἳ δὲ ὑπερφρονοῦσιν αὐτῶν, καὶ ἐκείναις μὲν ἀπολείπουσι τὴν κάτω φέρεσθαι πτῆσιν, αὐτοὶ δὲ τὸν αἰθέρα ὑψηλότερον ὄντα ὠκίστοις τέμνουσιν πτεροῖς, οὐ δήπου δεδιότες ῾πῶς γὰρ ἂν τοῦτο εἴποι τις, τὴν τῶν ἀετῶν ἀλκὴν καλῶς ἐπιστάμενος;᾿ ἀλλὰ ἰδίᾳ τινὶ μεγαλονοίᾳ ἐῶσιν ἔρρειν ἐκείνας κάτω.

23 Τὸν ἰχθὺν τὸν πομπίλον οὐ μόνον Ποσειδῶνος λέγουσιν ἱερὸν εἶναι, ἀλλὰ καὶ τῶν ἐν Σαμοθρᾴκῃ θεῶν φίλον. ἁλιέα γοῦν τινα ἐν τοῖς ἄνω τοῦ χρόνου τιμωρίαν ὑποσχεῖν τῷδε τῷ ἰχθύι. καὶ τὸ μὲν ὄνομα ἦν ὡς λόγος τοῦ ἁλιέως Ἐπωπεύς, ἦν δὲ ἐξ Ἰκάρου τῆς νήσου, καὶ υἱὸς αὐτῷ ἦν. ἀθηρίας οὖν ποτε γενομένης ἰχθύων, ἀνήγαγε τὸν βόλον μόνους θηράσαντα πομπίλους, οὕσπερ οὖν καὶ δεῖπνον σὺν τῷ παιδὶ ὁ Ἐπωπεὺς ἔθετο. οὐκ ἐς μακρὰν δὲ δίκη τιμωρὸς μετῆλθεν αὐτόν· τῇ γὰρ ἁλιάδι αὐτοῦ κῆτος ἐπελθὸν ἐν ὄψει τοῦ παιδὸς τὸν Ἐπωπέα κατέπιε. λέγουσι δὲ καὶ τοὺς δελφῖνας πολεμίους τῷ πομπίλῳ εἶναι, οὐ μὴν οὐδὲ ἐκείνους καλῶς ἀπαλλάττειν ὅταν αὐτοῦ γεύσωνται· σφαδάζουσι γὰρ παραχρῆμα καὶ ἐκμαίνονται, καὶ ἀτρεμεῖν ἀδυνατοῦντες ἐπὶ τοὺς αἰγιαλοὺς ἐκφέρονται, καὶ ἅπαξ ἐκβρασθέντες ὑπὸ τοῦ κύματος κορώναις τε εἰναλίαις καὶ λάροις δεῖπνόν εἰσιν. λέγει δὲ Ἀπολλώνιος ὁ Ῥόδιος ἢ Ναυκρατίτης ὅτι καὶ ἄνθρωπός ποτε οὗτος ἦν, καὶ ἐπόρθμευεν. ὁ δὲ Ἀπόλλων ἠράσθη κόρης, καὶ ἐπειρᾶτο