Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/449

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ζῴοις καὶ οὖν καὶ τοῖς ἀετοῖς. αἱ μὲν οὖν ταῦτα ὀρρωδοῦσιν, ὡς ἐκεῖνος λέγει, οἵ γε μὴν ἄρρενες σωφρονούσας αὐτὰς καὶ τιθεμένας πρὸ τοῦ ἡδέος τὸ σωτήριον οὐκ ἔχουσιν ἀναπεῖσαι. οἳ δὲ φύσει τινὶ ἀπορρήτῳ ἴυγγα προσείουσιν ἐρωτικὴν καὶ δέους ἐπίληθον ἅπαντος. ἦσαν δὲ ἄρα ἐρωτικῶς ἐχούσης χελώνης ἴυγγες οὐκ ᾠδαὶ μὰ Δία, ὁποίας Θεόκριτος ὁ τῶν νομευτικῶν παιγνίων συνθέτης ληρεῖ, ἀλλ᾽ ἀπόρρητος πόα, ἧσπερ οὖν οὔτε ἐκεῖνος ὄνομα εἰδέναι φησίν, οὔτε ἄλλον ἐγνωκέναι ὁμολογεῖ· ἐοίκασι δὲ τῇ πόᾳ καλλωπίζεσθαι καί τινας ἀπορρήτους παλιώρας. εἰ γοῦν ἐκείνην διὰ στόματος ἔχοιεν, τὰ ἔμπαλιν γίνεται τῶν προειρημένων· θρύπτεται μὲν γὰρ ὁ ἄρρην, μεταθεῖ δὲ ἡ θήλεια ἡ τέως φεύγουσα νῦν φλεγομένη, καὶ ἐξοιστρᾶται καὶ ἱμείρει τῆς συνόδου· δέος δὲ ἐκείναις φροῦδόν ἐστι, καὶ ὑπὲρ ἑαυτῶν ὀρρωδοῦσιν ἥκιστα.

20 Θεσσαλονίκῃ τῇ Μακεδονίτιδι χῶρός ἐστι γειτνιῶν καὶ καλεῖται Νίβας. οὐκοῦν οἱ ἐνταῦθα ἀλεκτρυόνες ᾠδῆς τῆς συμφυοῦς ἀμοιροῦσι καὶ σιωπῶσι πάντα πάντη. καὶ διαρρεῖ λόγος παροιμιώδης ἐπὶ τῶν ἀδυνάτων, ὃς λέγει ῾τότε ἂν ἔχοιτε τόδε τι, ὅταν Νίβας κοκκύσῃ.᾿

21 Ὅτε Ἀλέξανδρος τὰ μὲν ἐδόνει τῆς Ἰνδῶν γῆς τὰ δὲ ᾕρει, πολλοῖς μὲν καὶ ἄλλοις ζῴοις ἐνέτυχεν, ἐν δὲ τοῖς καὶ δράκοντι, ὅνπερ οὖν ἐν ἄντρῳ τινὶ νομίζοντες ἱερὸν Ἰνδοὶ μετὰ πολλοῦ τοῦ θειασμοῦ προσετρέποντο. οὐκοῦν παντοῖοι ἐγένοντο οἱ Ἰνδοὶ δεόμενοι τοῦ Ἀλεξάνδρου μηδένα ἐπιθέσθαι τῷ ζῴῳ· ὃ δὲ κατένευσε. παριούσης οὖν τὸ ἄντρον τῆς στρατιᾶς καὶ κτύπου γενομένου, εἶτα ὁ δράκων ᾔσθετο· ὀξυηκοώτατον δὲ ἄρα ζῴων ἐστὶ καὶ ὀξυωπέστατον. συ-