Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/448

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λάττῃ πίθηκος, εἶπόν που· καὶ ἔστι καὶ τῷδε οὗτος ἀγαθόν, ὡς ἐκείνῳ ἐκεῖνος.

18 Ἔστι δὲ ἄρα ἐν τοῖς ἀδιηγήτοις καὶ ἀριθμοῦ περιττοτέροις καὶ σηπεδών, κακὸν ἑρπετόν· ὁμόχρουν τε εἶναι τῷ αἱμόρρῳ καὶ τήνδε φησὶ Νίκανδρος καὶ ἀδελφὴν κατὰ σχῆμα. καὶ τοῦτο ἐκεῖνος λέγει· ὠκυτέρα τε εἶναι δοκεῖ, παρίστησι δὲ καί τινα σμικρότητος φαντασίαν· γυρὸν γὰρ καὶ ἑλικτὸν πρόεισι τὸν οἶμον, καὶ μάλιστα ἐν τούτῳ διαψεύδεται τοὺς ὁρῶντας ὅση τὸ μέγεθός ἐστιν. δεινὸν δὲ ἄρα τὸ ἐξ αὐτῆς τραῦμα· πρόεισι γοῦν καὶ ὑποσήπει, καὶ τήν γε θῆρα τὴν προειρημένην ἀποδείκνυσι φερώνυμον. ὁ γοῦν ἰὸς ἐπὶ πᾶν ὠθεῖται τὸ σῶμα τάχει ἀμάχῳ, καὶ μέντοι καὶ ἡ θρὶξ καὶ ἐκείνη μυδῶσα ἀφανίζεται, λείβονται δὲ αἱ ὀφρῦς καὶ αἱ βλεφαρίδες, καὶ τοὺς ὀφθαλμοὺς ἀχλὺς κατέχει, καὶ ἔφηλοι γίνονται.

19 Χερσαία χελώνη ζῷον λαγνίστατον, ἀλλὰ ὅ γε ἄρρην· ὁμιλεῖ δὲ ἡ θήλεια ἄκουσα. καὶ λέγει Δημόστρατος, ἀνήρ, ὡς λέγω καὶ τοῦτο, τῶν ἐκ τῆς Ῥωμαίων βουλῆς γενόμενος ῾καὶ οὔ τί που διὰ τοῦτο ἤδη τεκμηριῶσαι ἱκανός, δοκεῖ δέ μοι ἐπιστήμης τῆς ἁλιευτικῆς ἐς ἄκρον ἐλάσαι καὶ ὅσα ἔγνω εἰπεῖν κάλλιστα· εἰ δέ τί οἱ καὶ ἄλλο ἐσπούδασται τοῦδε σοβαρώτερον, καὶ σοφίας τῆς περὶ τὴν ψυχὴν προσέψαυσεν, οὐκ ἂν θαυμάσαιμἰ λέγει δὲ ὅδε ὁ ἀνήρ, ὑπὲρ ὅτου μὲν ἑτέρου τὴν ὁμιλίαν ἀναίνεται ἡ θήλεια οὐκ ἔχειν σαφῶς εἰδέναι, τεκμαίρεσθαι δὲ ἐκεῖνό φησιν. ἡ θήλεια οὐκ ἄλλως ὁμιλεῖ ἢ πρὸς τὸν ἄρρενα ὁρῶσα· καὶ ὁ μὲν ἐξέπλησε τὴν ἐπιθυμίαν κᾆτα ἀπηλλάγη, ἣ δὲ ἑαυτὴν ἐπιστρέψαι ἡκίστη ἐστὶ τῷ τε ὄγκῳ τοῦ χελωνίου καὶ ἐρεισθεῖσα ἐς τὴν γῆν. δεῖπνον οὖν ἕτοιμον ὑπὸ τοῦ γαμέτου καταλέλειπται τοῖς τε ἄλλοις