Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/445

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

θέρειον, ὑπαρχομένου τοῦ ἀμήτου, δίκην ἀγέλης ἀλλήλαις συμφέρονται, καὶ ἀναπλέουσι κούφως, τά γε πρῶτα βαρεῖαί τε καὶ ἐπαχθεῖς οὖσαι καὶ οὐκ ἀναπλεύσασαι, ἀλλὰ τηνικάδε οὐκέτι τοιαῦται. ἀποδιδράσκουσι δὲ τὸν νότον, καὶ φεύγουσι τὸν βορρᾶν, καὶ οὐδὲ τὸν εὖρον ἀνέχονται. χαίρουσι δὲ ἀκύμονι θαλάττῃ, καὶ ζεφύρου καταπνεούσαις αὔραις ἡδείαις τε καὶ μαλακαῖς. ὑπὸ ταύταις οὖν τοὺς ἑαυτῶν εἰλυοὺς ἐκλιποῦσαι, μεμυκυῖαί τε καὶ κατάκλειστοι ἔτι, ἀνίασιν ἐκ τῶν μυχῶν, καὶ ἀκύμονος οὔσης τῆς θαλάττης νέουσι· καὶ τότε ἀνοίξασαι τὰς ἑαυτῶν στέγας ἐκκύπτουσιν, ὡς ἐκ τῶν ἰδίων θαλάμων αἱ νύμφαι ἢ τὰ ῥόδα πρὸς τὴν εἵλην ὑπαλεανθέντα καὶ ἐκκύψαντα τῶν καλύκων. οὐκοῦν κατὰ μικρὰ ὑποθαρροῦσαι, καὶ μάλα γε ἀσμένως ἡσυχάζουσι καὶ ἀτρεμοῦσι τὸν ἑταῖρον ἄνεμον προσδεχόμεναι, καὶ τὸν μὲν ὑπεστόρεσαν χιτῶνα, τὸν δὲ ὤρθωσαν, καὶ πλέουσι τῷ μὲν ἱστίῳ αἱ χῆμαι, τῷ δὲ σκάφει χρώμεναι. καὶ προΐασι μὲν τὸν τρόπον τοῦτον, ἡσυχίας οὔσης καὶ εὐδίας ῾οὐδὲν φαίης ἂν μακρόθεν ἰδὼν ἢ νηΐτην στόλον εἶναἰ· ἐὰν δὲ αἴσθωνται νεὼς ἐπίπλουν ἢ ἔφοδον θηρίου ἢ νῆξιν ἰχθύος ἁδροῦ, ἑαυτὰς ὑφ᾽ ἑνὶ κρότῳ τῶν ὀστράκων πτύξασαι, κατώλισθόν τε ἀθρόαι καὶ ἠφανίσθησαν.

13 Ὁ δὲ αἱμόρρους ῾εἴη δ᾽ ἂν γένος ἔχεως οὗτοσ᾽ μάλιστα ἐν τοῖς πετρώδεσι χηραμοῖς ἤθη τε ἔχει καὶ διατριβάς. μῆκός τε σώματος εἴληχε πόδα, πλάτος δὲ ἐξ εὐρείας τῆς κεφαλῆς μείουρος κάτεισιν ἔστε ἐπὶ τὴν οὐράν· καὶ πῇ μὲν φλογώδης ἰδεῖν ἐστι, πῇ δὲ δεινῶς μέλας· φρίττει δὲ τὴν κεφαλὴν οἱονεὶ κέρασί τισιν. ἕρπει δὲ ἥσυχος ἐπιθλίβων τὰς τῆς νηδύος φολίδας, λοξὸν δὲ οἶμον πρόεισιν. ἠρέμα οὖν ὑπηχεῖ,