Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/443

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μέντοι λάρου ἑκάστῳ ἀγκίστρῳ προσήρτηται, ὥστε ἡσυχῆ διασείεσθαι ὑπὸ τοῦ προσπίπτοντος ὕδατος. τούτων οὖν ἱμέρῳ προσνέουσιν αἱ πηλαμύδες· μία δὲ ἡ μάλιστα προτένθης ὅταν τὸ στόμα ἐναπερείσῃ, προσίασι καὶ αἱ λοιπαί, καὶ δονεῖται τὰ ἄγκιστρα ὑπὸ τὸν αὐτὸν καιρὸν περιπαρέντα τοῖς ἰχθύσιν. οἱ ἄνδρες οὖν τοῦ μὲν ἐρέττειν ἔτι ἀπέστησαν, παρῆκαν δὲ τὰς κώπας, ἐξαναστάντες δὲ ἀνασπῶσι τὰς μηρίνθους εὐαγρούσας καὶ μέντοι καὶ βριθομένας τοῖς ἰχθύσιν· ὅταν δὲ ἐς τὴν ναῦν ἐμπέσωσι, διαφαίνεται τῆς εὐθηρίας τὸ μαρτύριον ἐκ τοῦ πλήθους τῶν ἰχθύων τῶν ἑαλωκότων.

11 Ἡ χερσαία γαλῆ ὅτι ἦν ἄνθρωπος ἤκουσα· καὶ ὅτι τοῦτο ἐκαλεῖτο, καὶ ὅτι ἦν γόης καὶ φαρμακίς, καὶ ὅτι δεινῶς ἀκόλαστος ἦν καὶ ἀφροδίτην παράνομον ἐνόσει, καὶ ταῦτα ἐς ἀκοὴν τὴν ἐμὴν ἀφίκετο· καὶ ὡς ἐς τοῦτο τὸ ζῷον τὸ κακὸν ἔτρεψεν αὐτὴν Ἑκάτης τῆς θεοῦ μῆνις οὐδὲ τοῦτό με λέληθεν. ἡ μὲν οὖν θεὸς ἵλεως ἔστω· μύθους δὲ ἐῶ καὶ μυθολογίαν ἄλλοις. ὅτι δέ ἐστι θηρίον ἐπιβουλότατον, καὶ νεκροῖς ἀνθρώποις ἐπιτίθενται γαλαῖ, καὶ μὴ φυλαττομένοις ἐπιπηδῶσι, καὶ συλῶσι τοὺς ὀφθαλμοὺς καὶ ἐκροφοῦσι, δῆλόν ἐστι. φασὶ δὲ καὶ ὄρχεις γαλῆς γυναικὶ κατ᾽ ἐπιβουλὴν ἢ ἑκούσῃ περιαφθέντας ἐπίσχειν τοῦ ἔτι μητέρα γίνεσθαι, καὶ ἀναστέλλειν μίξεως. σπλάγχνα δὲ γαλῆς σκευασίαν τινὰ προσλαβόντα, ἣν ἴστωσαν οἱ σοφοὶ ταῦτα, καὶ ἐς οἶνον ἐμβληθέντα κατ᾽ ἐπιβουλήν, φιλίαν ὡς λόγος διίστησι, καὶ ἡνωμένην τέως εὔνοιαν διακόπτει. καὶ ὑπὲρ μὲν τούτων τοὺς γόητάς τε καὶ φαρμακέας Ἄρει φίλῳ κολάζειν καὶ δικαιοῦν καταλείπωμεν. εἴη δ᾽ ἂν καὶ ἰχθὺς γαλῆ, σμικρὸς οὗτος, καὶ οὐδέν τι κοινὸν πρὸς