Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/442

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ἐπιδαύριος. λέγει δὲ ἄλλος, οὗ τὸ γένος εὐκ οἶδα, ἑτέραν ὁδὸν τραπόμενος, εἶτα μέντοι οὐ ταὐτὰ ὁμολογεῖ, ὡς δ᾽ ἂν μὴ δοκοίην ἀμαθὴς εἶναι αὐτοῦ, λελέξεται μέντοι καὶ ἐκεῖνος. Δημόστρατος, οὗπερ οὖν καὶ ἀνωτέρω μνήμην ἐποιησάμην, εἶδον τὸν ἰχθὺν ἦ δ᾽ ὅς, καί μ᾽ ἐσῆλθεν αὐτοῦ θαῦμα, καὶ ἐβουλήθην αὐτὸν ποιῆσαι τάριχον, ἵνα εἴη καὶ ἄλλῳ βλέπειν. οὐκοῦν ἐνεργῶν ὄντων καὶ ἀνοιγνύντων τῶν μαγείρων αὐτόν, ἐπεσκόπουν τὰ σπλάγχνα αὐτός. ἀκάνθας τε εἶδον ἐξ ἑκατέρας τῆς πλευρᾶς συνιούσας τε καὶ ἐγκλινούσας τὰ πέρατα ἐς ἀλλήλας, τρίγωνοι δέ φησιν ἦσαν ὥσπερ οὖν καὶ αἱ κύρβεις, ἧπάρ τε ἐνέκειτό οἱ προῆκον ἐς μῆκος, ὑπέκειτο δὲ αὐτῷ καὶ χολὴ μακρὰν ἔχουσα τὴν φῦσαν κατὰ τὰ φασκώλια· εἶπες δ᾽ ἂν ἰδὼν τὴν χολὴν κύαμον ὑγρὸν εἶναι. ἐξαιρεθέντα οὖν ἄμφω, καὶ ἡ χολὴ καὶ τὸ ἧπαρ, τὸ μὲν ἕτερον διωγκώθη καὶ ἐῴκει ἰχθύος ἥπατι μεγίστου, διατήξασα δ᾽ ἡ χολὴ τὸν λίθον ῾καὶ γάρ πως ἔτυχε τεθεῖσα ἐπὶ λίθοὐ εἶτα ἠφανίσθη. ἄμφω δὲ τὼ λόγω ἐνταῦθα ὁρίζομεν.

10 Θήραν δὲ πηλαμύδων εἰπεῖν μὴ πάνυ τι συνειθισμένην οὐκ ἔστιν ἔξω τῆσδε τῆς σπουδῆς. δέκα νεανίαι τὸ ἀκμαιότατον ἀνθοῦντες ἀναβαίνουσι ναῦν ἐλαφρὰν καὶ διὰ ταῦτά τοι καὶ ταχυτάτην· διανέμοντες δὲ ἑαυτοὺς ἐς ἑκατέραν ἴσους τὴν πλευρὰν καὶ κορεσθέντες εὖ μάλα τροφῆς, εἶτα μέντοι τοῖς ἐρετμοῖς ἕκαστος ἐπιχειροῦσι, πλανώμενοι δεῦρο καὶ ἐκεῖσε. κάθηται δὲ εἷς ἐπὶ τῆς πρύμνης, καὶ ἐντεῦθέν τε καὶ ἐκεῖθεν παρασείρους καθίησιν ὁρμιάς· ἤρτηνται δὲ τούτων καὶ ἄλλαι, καὶ συνῆπται πάσαις τὰ ἄγκιστρα, καὶ ἕκαστον ἄγκιστρον δέλεαρ φέρει Λακαίνης πορφύρας μαλλῷ κατειλημένον, καὶ πτερὸν