Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/439

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ ἐρέται, ὡς ἁλούσης πόλεως, αἱροῦσιν ἰχθύων ποιητὴς ἂν εἴποι δῆμον. οὐκοῦν, ὦ φίλοι Ἕλληνες, καὶ Ἐρετριεῖς ἴσασι ταῦτα καὶ Νάξιοι κατὰ κλέος, τῆς θήρας τῆς τοιαύτης μαθόντες ὅσα Ἡρόδοτός τε καὶ ἄλλοι λέγουσι. τὰ δὲ ἔτι λοιπὰ τῆς θήρας ἀκούσεσθε ἄλλων.

6 Θύννων δὲ ἄρα ᾑρημένων τῇ θήρᾳ τῇ Ποντικῇ (ἐγὼ δ᾽ ἂν φαίην ὅτι καὶ Σικελικῇ· ἢ τί καὶ βουλόμενος ἂν τὸν ἡδὺν Θυννοθήραν ὁ Σώφρων ἔγραψε; πάντως δὲ καὶ ἀλλαχόθι ἄγραι τῶνδε τῶν θύννων εἰσί) τῷ οὖν δικτύῳ ἤδη περιπλακέντων αὐτῶν Ποσειδῶνι πάντες εὔχονται ἀλεξικάκῳ τηνικάδε. καὶ ὁπόθεν καὶ τοῦδε τοῦ δαίμονος ἀξιῶ τὸ ὄνομα εἰπεῖν, ἐμαυτὸν καὶ μάλα γε ἀπαιτῶν τε καὶ βουλόμενος ἐπευφήμησα τοῦτό οἱ, δέονται τοῦ Διὸς ἀδελφοῦ τοῦ θαλάττης κρατοῦντος μήτε τὸν ἰχθὺν τὸν ξιφίαν τῇδε τῇ ἴλῃ συνέμπορον ἀφικέσθαι μήτε μὴν δελφῖνα. ὁ γοῦν γενναῖος ξιφίας πολλάκις τὸ δίκτυον διέκειρε, καὶ ἀφῆκεν ἐλεύθερον διεκπαῖσαι τὴν ἀγέλην. καὶ δελφὶς δὲ ἐπίβουλον δικτύῳ ζῷον· διατραγεῖν γάρ τοι δεινός ἐστιν.

7 Ὕεται ἡ Ἰνδῶν γῆ διὰ τοῦ ἦρος μέλιτι ὑγρῷ, καὶ ἔτι πλέον ἡ Πρασίων χώρα, ὅπερ οὖν ἐμπῖπτον ταῖς πόαις καὶ ταῖς τῶν ἑλείων καλάμων κόμαις, νομὰς τοῖς βουσὶ καὶ τοῖς προβάτοις παρέχει θαυμαστάς, καὶ τὰ μὲν ζῷα ἑστιᾶται ἡδίστην τήνδε ἐστίασιν ῾μάλιστα γὰρ ἐνταῦθα οἱ νομεῖς ἄγουσιν αὐτά, ἔνθα καὶ μᾶλλον ἡ δρόσος ἡ γλυκεῖα κάθηται πεσοῦσἀ, ἀνθεστιᾷ δὲ καὶ τὰ ζῷα τοὺς νομέας· ἀμέλγουσι γὰρ περιγλύκιστον γάλα, καὶ οὐ δέονται ἀναμίξαι αὐτῷ μέλι, ὅπερ οὖν δρῶσιν Ἕλληνες.

8 Ὁ δὲ Ἰνδὸς μάργαρος (ἄνω γὰρ εἶπον περὶ τοῦ