Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/438

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

παρ᾽ ἑκάτερα νεανίας εὖ μάλα ἐρέττοντας· δίκτυα δὲ προμήκη, οὐ κοῦφα λίαν καὶ ἀνεχόμενα τοῖς φελλοῖς, μολίβῳ γε μὴν βριθόμενα μᾶλλον. ἀθρόαι δὲ ἄρα αἱ τῶνδε τῶν ἰχθύων ἀγέλαι ἐσνέουσιν. ἦρος δὲ ὑπολάμποντος καὶ τῶν ἀνέμων εἰρηναῖον ἤδη καταπνεόντων καὶ τοῦ ἀέρος φαιδροῦ τε ὄντος καὶ ῾̣̣̓ονεὶ μειδιῶντος καὶ τοῦ κύματος κειμένου καὶ λείας οὕσης τῆς θαλάττης ὁ σκοπὸς ἰδὼν σοφίᾳ τινὶ ἀπορρήτῳ καὶ φύσει ὄψεως ὀξυωπεστάτῃ λέγει μὲν τοῖς θηραταῖς ὁπόθεν ἀφικνοῦνται· εἰ δέοι γε μὴν πρὸς τὴν ἀκτὴν παρατεῖναι τὰ δίκτυα, καὶ τοῦτο ἐκδιδάσκει· εἰ δὲ ἐνδοτέρω, δίδωσιν ὥσπερ οὖν στρατηγὸς τὸ σύνθημα ἢ χορολέκτης τὸ ἐνδόσιμον· ἐρεῖ γε μὴν πολλάκις καὶ τὸν πάντα ἀριθμόν, καὶ οὐχ ἁμαρτήσεται τοῦ σκοποῦ. ἐκεῖνα δὲ ὁποῖα. ὅταν ἑαυτοὺς ὠθήσωσιν ἐς τὸ πέλαγος ἡ τῶν θύννων ἴλη, ὁ τὴν σκοπιὰν φυλάττων καὶ ἀκριβῶν τὴν τῶν προειρημένων ἱστορίαν καὶ μάλα ὀξὺ ἐκβοήσας λέγει διώκειν ἐκεῖθι καὶ τοῦ πελάγους ἐρέττειν εὐθύ. οἳ δὲ ἐξαρτήσαντες ἐλάτης τῶν τὸν σκοπὸν ἀνεχουσῶν τῆς ἑτέρας σχοῖνον εὖ μάλα μακρὰν τῶν δικτύων ἐχομένην, εἶτα ἐπαλλήλοις ταῖς ναυσὶν ἐρέττουσι κατὰ στοῖχον, ἔχονταί τε ἀλλήλων, ἐπεί τοι καὶ τὸ δίκτυον ἐφ᾽ ἑκάστῃ διῄρηται. καὶ ἥ γε πρώτη τὴν ἑαυτῆς ἐκβαλοῦσα μοῖραν τοῦ δικτύου ἀναχωρεῖ, εἶτα ἡ δευτέρα δρᾷ τοῦτο καὶ ἡ τρίτη, καὶ δεῖ καθεῖναι τὴν τετάρτην· οἱ δὲ τὴν πέμπτην ἐρέττοντες ἔτι μέλλουσι, τοὺς δὲ ἐπὶ ταύτῃ οὐ χρὴ καθεῖναί πω· εἶτα ἐρέττουσι ἄλλοι ἄλλῃ καὶ ἄγουσι τοῦ δικτύου τὴν μοῖραν, εἶτα ἡσυχάζουσι. νωθεῖς δὲ ἄρα ὄντες οἱ θύννοι καὶ ἔργον τι τόλμης ἐχόμενον ἀδυνατοῦντες δρᾶσαι, πεπιεσμένοι μένουσί τε καὶ ἀτρεμοῦσιν· οἱ