Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/430

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ᾄττει κρέα, καὶ ὑπὸ ῥύμης αὐτόρριζον ἀνασπᾷ τὸ φυτόν. ἐπὰν δὲ ὁ ἥλιος ἴδῃ τὰς ῥίζας, ὁ κύων ἀποθνήσκει παραχρῆμα. θάπτουσι δὲ ἐν αὐτῷ τῷ χώρῳ αὐτόν, καί τινας δράσαντες ἀπορρήτους ἱερουργίας καὶ τιμήσαντες τοῦ κυνὸς τὸν νεκρὸν ὡς ὑπὲρ αὐτῶν τεθνεῶτος εἶτα μέντοι προσάψασθαι τολμῶσι τοῦ φυτοῦ τοῦ προειρημένου, καὶ κομίζουσιν οἴκαδε. καὶ καταχρῶνταί φασιν ἐς πολλὰ καὶ λυσιτελῆ· ἐν δὲ τοῖς καὶ τὴν ἐκ τῆς σελήνης νόσον ἐνσκήπτειν τοῖς ἀνθρώποις λεγομένην ἰᾶσθαί φασιν αὐτήν, καὶ τῶν ὀφθαλμῶν τὸ πάθος, ὅπερ οὖν ὑγροῦ ἐπικλύσαντος καὶ παγέντος ἀφαιρεῖ τὴν ὄψιν αὐτούς.

28 Κόχλος ἐστὶ θαλάττιος, μικρὸς μὲν τὸ μέγεθος, ἰδεῖν δὲ ὡραιότατος, καὶ ἐν θαλάττῃ τίκτεται τῇ καθαρωτάτῃ καὶ ἐν ταῖς ὑφάλοις πέτραις καὶ ἐν ταῖς καλουμέναις χοιράσιν. ὄνομα δὲ νηρίτης ἐστὶν αὐτῷ, καὶ διαρρεῖ λόγος διπλοῦς ὑπὲρ τοῦδε τοῦ ζῴου, καὶ ἐς ἐμέ γε ἀφικέσθην ἄμφω τὼ λόγω, καὶ μέντοι καὶ διαμυθολογῆσαι μικρὰ ἄττα ἐν μακρᾷ τῇ συγγραφῇ οὐδὲν ἀλλ᾽ ἢ διαναπαῦσαί τε τὴν ἀκοὴν καὶ ἐφηδῦναι τὸν λόγον. τῷ Νηρεῖ τῷ θαλαττίῳ, ὅνπερ οὖν ἀληθῆ τε καὶ ἀψευδῆ ἀκούομεν δεῦρο ἀεί, πεντήκοντα μὲν θυγατέρας τὴν Ὠκεανοῦ Δωρίδα Ἡσίοδος ᾄδει τεκεῖν· μέμνηται δὲ αὐτῶν καὶ Ὅμηρος ἐν τοῖς ἑαυτοῦ μέτροις. ἕνα δέ οἱ γενέσθαι παῖδα ἐπὶ ταῖς τοσαύταις θυγατράσιν ἐκεῖνοι μὲν οὔ φασι, λόγοι δὲ θαλάττιοι ὑμνοῦσι. καὶ Νηρίτην αὐτὸν κληθῆναι λέγουσι καὶ ὡραιότατον γενέσθαι καὶ ἀνθρώπων καὶ θεῶν, Ἀφροδίτην δὲ συνδιαιτωμένην ἐν τῇ θαλάττῃ ἡσθῆναί τε τῷ Νηρίτῃ τῷδε καὶ ἔχειν αὐτὸν φίλον. ἐπεὶ δὲ ἀφίκετο χρόνος ὁ εἱμαρμένος, ἔδει τοῖς Ὀλυμπίοις ἐγγραφῆναι καὶ τήνδε τὴν δαίμονα τοῦ πατρὸς