Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/428

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

στέγην ἐπικείμενον καὶ ποθοῦντες τὸ φῶς ἀσμένως ἐς τὸ ἀνεῳγμένον στόμιον ἐσνέουσι, καὶ γίνονται πλῆθος ἄμαχοι, καὶ ἐπωθοῦνται ἀλλήλοις, αἱροῦνται δὲ ἅτε ἐν βόθρῳ στενῷ ῥᾳδίως. καὶ πάρεστι λαβεῖν κυπρίνους τε καὶ κορακίνους ἄδην καὶ πέρκας καὶ ξιφίαν, ἀλλ᾽ οὔπω μέγαν καὶ ἔτι τοῦ κέντρου τοῦ προμετωπιδίου ἄμοιρον· καὶ ἀντακαῖον, καὶ τοῦτον ἁπαλόν, ἐπεὶ οἵ γε μεγάλοι καὶ προήκοντες τὴν ἡλικίαν γένοιντο ἂν καὶ κατὰ τὸν θύννον τὸν μέγιστον. οὗτός τοι καὶ πιότατός ἐστι τὰς λαπάρας καὶ τὴν γαστέρα, καὶ φαίης ἂν ὑὸς οὔθατα εἶναι θηλαζούσης βρέφη. δορὰν δὲ ἔχει τραχεῖαν, καὶ μέντοι καὶ τὰ δόρατα λεαίνουσι ταύτῃ δορυξόοι. ὑπὸ δὲ τῷ μυελῷ τοῦδε τοῦ ζῴου ἀρξάμενος ἐκ μέσης τῆς κεφαλῆς μέχρι τῆς οὐρᾶς καθήκων ὑμὴν ὑγρὸς καὶ στενὸς ἔρχεται. τοῦτον οὖν πρὸς τὴν εἵλην αὖον ἐργασάμενος ἕξεις εἰ ἐθέλεις μάστιγα ὡς ἐλαύνειν ζεῦγος ἵππων· σκύτους γὰρ ἤ τι ἢ οὐδὲν διαφέρει. ἐς μέγεθος δὲ ἤδη προήκων, οὐκ ἂν αὐτὸν θεάσαιτό τις ὑπεκδυόμενον τοῦ κρυστάλλου καὶ ἐμπίπτοντα ἐς τὸν βόθρον, ἀλλ᾽ ἢ πέτραν ὑπελθὼν πολυσκεπῆ ἢ ἐν ἄμμῳ βαθείᾳ ἑαυτὸν ἐγκρύψας εἶτα ὑποθάλπει καὶ μάλα ἀγαπητῶς. δεῖται δὲ οὔτε πόας τηνικάδε οὔτε ἰχθύος ἐς βορὰν ἑτέρου, κρυμοῦ δὲ ὄντος ἀργὸς εἶναι ἐθέλει, καὶ τέρπεται τῇ σχολῇ, καὶ τὴν ἑαυτοῦ πιμελὴν ἐσθίει, καὶ ὥσπερ οὖν οἱ πολύποδες ἐν ἀθηρίᾳ τῶν πλεκτανῶν τῶν ἰδίων παρατραγόντες ἑαυτοὺς καὶ ἐκεῖνοι βόσκουσι. χειμῶνος δὲ λήγοντος καὶ ὑπαρχομένου ἦρος καὶ ἐλευθέρου τοῦ Ἴστρου ῥέοντος μισεῖ τὴν ἀργίαν καὶ ἀναπλεύσας ἐμφορεῖται τοῦ κατὰ τὸ ὕδωρ ἀφροῦ· πολὺς δὲ οὗτός ἐστι μορμύροντος τοῦ ῥεύματος καὶ ὠθουμένου σφοδρότατα. ἐνταῦθά τοι