Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/424

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἔνδον, καὶ δίκην ἕρκους περιέρχεται, ἰδεῖν γε μὴν ξανθότατόν ἐστι. τὸ δὲ ὑπὸ τούτῳ τῷ χιτῶνι κυανοῦν ἐστὶ χρόᾳ καὶ χαῦνον, ὥσπερ οὖν πεπρημένη κύστις, καὶ διαυγὲς ἄγαν, λείβεταί τε ἐξ αὐτοῦ πονηρὸν φάρμακον. καὶ νύκτωρ μὲν ἐκπέμπει τοῦτο αὐγὴν πυρὶ ἐοικυῖαν, καί τινας ἀφίησι μαρμαρυγάς· ὑπανατέλλοντος δὲ τοῦ σειρίου ἔτι καὶ μᾶλλον κατισχύει ἡ τοῦ φαρμάκου κακία. καὶ ἐντεῦθεν ὅσον ἐστὶν ὑδροθηρικὸν παγκύνιόν οἱ ὄνομα θέμενοι εἶτα οἴονται τὴν τοῦ ἄστρου ἐπιτολὴν τίκτειν αὐτό. οἱ θαλάττιοι οὖν κύνες πρὸς τὴν νύκτωρ τοῦ ἄνθους φαντασίαν τὴν φλογώδη ἐμπεσόντες ὥσπερ οὖν ἐς ἕρμα τὴν ἔναλον μυρίκην τήνδε, τοῦ φαρμάκου τοῦ μὲν καταδεύσαντος αὐτούς, τοῦ δὲ καταποθέντος, καὶ ἑτέρου διὰ τῶν βραγχίων αὐτοῖς ἐσθορόντος, εἶτα μέντοι τεθνήκασι καὶ παραχρῆμα ἀναπλέουσιν. οἱ τοίνυν δεινοὶ τὰ τοιαῦτα ἀνιχνεύειν τοῦδε τοῦ φαρμάκου ἐκ τῶν κητῶν τῶν προειρημένων τὸ μὲν ἐκ τῶν μελῶν τῶν λοιπῶν, τὸ δὲ ἐκ τοῦ στόματος τοῦ θηρὸς ἀθροίζουσι. δεύτερον δὲ τὸ κακὸν τοῦτο τῆς καλουμένης χερσαίας ἀγλαοφώτιδος. ὄνομα δὲ αὐτῇ ἄρα ἔθεντο καὶ κυνόσπαστον· καὶ τίς ἡ αἰτία, ἐὰν ὑπομνησθῶ εἰπεῖν, εἴσεσθε αὐτήν.

25 Μυσοὶ δέ, οὐχ οἱ τοῦ Τηλέφου τὸ Πέργαμον κατοικοῦντες, ἀλλὰ ἐκείνους τοὺς πρὸς τῷ Πόντῳ μοι νόει τοὺς κάτω, οἵπερ οὖν καὶ τῇ γῇ τῇ Σκυθίδι προσοικοῦσι τὰς ἐκείνων ἐπιδρομὰς ἀνείργοντες καὶ τῇ Ῥώμῃ τὸν χῶρον τὸν προειρημένον φρουροῦντες πάντα· τοὺς Ἡρακλείας πλησίον φημὶ καὶ τῶν Ἀξίου ῥευμάτων. ἐνταῦθά τοι καὶ τὴν Αἰήτου Μήδειαν οἱ ἐπιχώριοι ὑμνοῦσι τὸ ἔργον ἐκεῖνο τὸ ἐς τὸν Ἄψυρτον τὸν ἀδελφὸν χερσὶ κακαῖς τολμῆσαι, ναὶ μὰ Δία