Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/418

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἦν δὲ ἄρα ἀγαθὸν δορά τε καὶ κέρατα· ἡ μὲν γὰρ δορὰ ἐν χειμῶσι τοῖς σφοδροτάτοις τὸν κρυμὸν πελάζειν οὐκ ἐᾷ νομευτικοῖς καὶ ὑλουργοῖς ἀνδράσι· κέρατα δὲ ἐκεῖνα ἀρύσασθαι καὶ πιεῖν ἐκ ποταμοῦ παραρρέοντος ἢ πηγῆς τινος ἀνατελλούσης ἐν ὥρᾳ θερείῳ χρηστὰ καὶ δίψος ἀκέσασθαι λυσιτελῆ· παρέχει γὰρ ἀμυστὶ πιεῖν τῶν ἁδρῶν κυλίκων μεῖον οὐδὲ ἕν, ἕως ἂν ψύξῃς τὸ ἆσθμα καὶ σβέσῃς τὸ ὑπεκκαῖόν τε πᾶν καὶ ἀναφλέγον. οὐκοῦν εἰ τὰ ἔνδον καθαρθείη ὑπό τινος ξέειν κέρατα δεινοῦ, καὶ τρία μέτρα ῥᾳδίως αὐτοῖν δέξαιτο τὸ ἕτερον ἄν.

17 Εἰσὶ δὲ ἄρα καὶ χελῶναι θρέμμα Λιβύης, οὐλόταται ὅσα ἰδεῖν, ὄρειοι δὲ αὗται, καὶ ἔχουσι τὸ χελώνιον ἐς βάρβιτα ἀγαθόν.

Ἵππος ὅταν τέκῃ, τοῦ βρέφους ἐκπεφυκυῖαν σάρκα οὐ πολλὴν ἀλλὰ ὀλίγην ἀπηρτῆσθαι οἳ μὲν κατὰ τοῦ μετώπου φασίν, οἳ δὲ κατὰ τῆς ὀσφύος, ἄλλοι γε μὴν κατὰ τοῦ αἰδοίου. ταύτην οὖν ἀποτραγοῦσα ἀφανίζει, καλεῖται δὲ τὸ σαρκίον τοῦτα ἱππομανές. οἴκτῳ δὲ ἄρα τῆς φύσεως καὶ ἐλέῳ ἐς τοὺς ἵππους δρᾶται τοῦτο. εἰ γὰρ ἀεί, φασί, καὶ διὰ τέλους προσήρτητο ἐκεῖνο, ἐς οἶστρον ἂν ἀκατασχέτου μίξεως ἐξήπτοντο οἵ τε ἄρρενες καὶ αἱ θήλειαι αὐτῶν. ἔστω δέ, εἰ δοκεῖ, Ἱππείου Ποσειδῶνος ἢ Ἀθηνᾶς Ἱππείας τοῦτο δῶρον ἵπποις δοθέν, ἵνα αὐτοῖς τὸ γένος διαμείνῃ, μηδὲ ἀφροδισίων λύττῃ διαφθείρηται. ἴσασι δὲ ἄρα ἱπποφορβοὶ τοῦτο εὖ καὶ καλῶς, καὶ ἐάν ποτε δεηθῶσι τοῦ προειρημένου σαρκίου εἰς ἐπιβουλήν τινος, ὡς ἐξάψαι οἱ ἔρωτα, τὴν ἵππον κύουσαν παραφυλάττουσι, καὶ ὅταν τέκῃ παραχρῆμα ἁρπάζουσι τὸ πωλίον, καὶ ἀποκόπτουσι τὴν προειρημένην σάρκα, καὶ ἐς ὁπλὴν ἐμβάλλουσιν ἵππου θηλείας· ἐνταυθοῖ γὰρ καὶ μόνως