Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/417

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οὐκ οἶδα· κέκληται δ᾽ οὖν ταύτῃ. λέγουσι δὲ αὐτὸν εἶναι θαλάττιον ὄφιν. ὀφθαλμὸς δὲ ἄρα ὁ τούτου ὁπότερος οὖν ἐξαιρεθεὶς καὶ περίαπτον γενόμενος ἀπαλλάττει ξηρᾶς ἄνθρωπον ὀφθαλμίας· τῷ δὲ ἄρα μύρῳ τῷδε ἀναφύεταί φασιν ὀφθαλμὸς ἕτερος. δεῖ δὲ αὐτὸν ἀπολῦσαι τὸν ἰχθὺν ζῶντα, ἢ μάτην τὸν ὀφθαλμὸν ἔχων φυλάττεις.

16 Αἶγες ἄγριοι οἱ τὰς Λιβύων ἄκρας ἐπιστείβοντές εἰσι κατὰ τοὺς βοῦς τὸ μέγεθος ἰδεῖν, τούς γε μὴν μηροὺς καὶ τὰ στέρνα καὶ τοὺς τραχήλους κομῶσι θριξὶ δασυτάταις, καὶ σὺν τούτοις καὶ τὴν γένυν. τὰ μέτωπα μὲν ἀγκύλοι καὶ περιφερεῖς, καὶ τὰ ὄμματα χαροποί, σκέλη δὲ αὐτοῖς ἐστι κολοβά. κέρατα μετὰ τὴν πρώτην σύμφυσιν ἀλλήλων ἀπηρτημένα καὶ πλάγια· οὐ γάρ τί που κατὰ τοὺς ὀρειβάτας αἶγας τοὺς ἄλλους ὀρθά ἐστι, κάτεισι δὲ ἐγκάρσια καὶ ἐς τοὺς ὤμους προήκοντα. οὕτως ἄρα μήκιστά ἐστιν. ἐκ δὲ τῶν λόφων τῶν ὑπεράκρων, οὓς ἐρίπνας οἵ τε νομευτικοὶ φιλοῦσιν ὀνομάζειν καὶ ποιητῶν παῖδες,· ῥᾳδίως ἐς ἕτερον πάγον πηδῶσιν· ἁλτικώτατοι γὰρ αἰγῶν ἁπάντων οἵδε εἰσίν. εἴ γε μὴν καὶ πέσοι τις πορρωτέρω τοῦ ὑποδεξομένου ὄντος αὐτὸν ἢ ὡς ἐκείνου ἐφικέσθαι, τῷ δὲ ἄρα μελῶν περίεστι τοσοῦτον κράτος, ὡς ἀσινῆ μένειν κατενεχθέντα αὐτόν. θραύει γοῦν οὐδὲ ἕν, εἰ καὶ πέσοι κατὰ ῥωγάδος, οὐ κέρας, οὐ βρέγμα· ἔστι δὲ καρτερὰ καὶ προσόμοια τῇ τῆς πέτρας ἀντιτυπίᾳ. οἱ πλεῖστοι μὲν οὖν τούτων ἐν ταῖς ἀκρωρείαις αὐταῖς ἄρκυσι καὶ ἀκοντίοις καὶ ποδάγραις αἱροῦνται, σοφίᾳ δὲ ἄρα τῇ τε ἄλλῃ ἐν κυνηγέταις ἀνδράσι καὶ οὖν καὶ αἰγοθηρικῇ· θηρῶνται δὲ καὶ ἐν πεδίοις, καὶ φυγεῖν ἐνταῦθα ἀσθενεῖς εἰσιν. αἱρήσει οὖν αὐτοὺς καὶ ὅστις ἐστὶ βραδὺς τοὺς πόδας.