Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/414

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νόσου λυπούσης αὐτοῦ τὴν κοιλίαν. εἰρήσθω δή μοι καὶ ταῦτα τοῦ θαλαττίου λέοντος ἴδια.

10 Ὄνοι δὲ Μαυρούσιοι, ὤκιστοι δραμεῖν, παρά γε τὴν πρώτην ὁρμήν εἰσιν ὀξύτατοι, ὡς αὔρας τινὰ ἐμβολὴν δοκεῖν εἶναι ἢ καὶ νὴ Δία πτερὸν αὐτόχρημα ὄρνιθος· ταχέως δὲ κάμνουσι, καὶ αὐτοῖς οἱ πόδες ἀπαγορεύουσι, καὶ τὸ πνεῦμα ἐπιλείπει, καὶ τῆς ὠκύτητος εἰλήφασι λήθην καὶ ἑστᾶσι πεπεδημένοι, καὶ ἀφιᾶσι δάκρυα θαλερά, οὔ μοι δοκεῖν ἐπὶ τῷ μέλλοντι θανάτῳ τοσοῦτον, ὅσον ἐπὶ τῇ τῶν ποδῶν ἀσθενείᾳ. τῶν μὲν οὖν ἵππων ἀποπηδήσαντες εἶτα μέντοι περιβάλλουσιν αὐτοῖς βρόχους περὶ τὴν δέρην, καὶ τῷ ἵππῳ προσαρτήσας ἕκαστος ἄγει ὡς αἰχμάλωτον τὸν ἑαλωκότα. ὅτι δὲ μικροὶ μὲν ἰδεῖν εἰσιν οἱ Λίβυες ἵπποι, δραμεῖν δὲ ὤκιστοι, ἀνωτέρω εἶπον.

11 Βοῶν δὲ Λιβύων πλῆθος ἦν ἄρα καὶ πλέον ἀριθμοῦ, καί εἰσιν ὤκιστοι οἱ ἄγριοί τε καὶ ἐλεύθεροι. καὶ οἵ γε θηραταὶ πολλάκις σφάλλονται ἕνα διώκοντες, καὶ ἐμπίπτουσιν ἐς ἑτέρους ἀκμῆτας· καὶ ὃ μὲν ἐσδὺς ἐς θάμνον ἢ νάπην ἠφανίσθη, ἕτεροι δὲ ἀναφαίνονται ὅμοιοι καὶ ἀπατῶσι τὴν ὄψιν. καὶ εἴ γέ τις ὑπάρξαιτο τούτων διώκειν τινά, προαπερεῖ αὐτῷ ἵππῳ· τὸν μὲν γὰρ ἤδη καμόντα αἱρήσει τῷ χρόνῳ, τοὺς δὲ αὐτῶν ἀρχομένους δρόμου προπονήσαντός οἱ τοῦ ἵππου οὐχ αἱρήσει. ἁλίσκονται δὲ ἀνὰ πᾶν ἔτος πολλοὶ καὶ ἀποθνήσκουσιν, ἥ γε μὴν ἐπιγονὴ αὐτῶν διαδέχεται καὶ μάλα ἀφθόνως. ἀλῶνται δὲ σὺν τοῖς μόσχοις καὶ οἱ ταῦροι κοινῇ καὶ αἱ θήλειαι, αἳ μὲν κύουσαι, αἳ δὲ ἀρτιτόκοι. εἰ δὲ ἕλοι τις μόσχον ἔτι νεαρόν, καὶ μὴ παραχρῆμα ἀποκτείνειε, διπλοῦν κέρδος ἕξει· συνῄρηκε γὰρ καὶ τὴν τεκοῦσαν αὐτόν, δράσας γε ἐκεῖνα ἅπερ εἰπεῖν οὐκ ἔστιν ἄτοπον. τὸν