Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/410

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐκεῖνα, τὰ δὲ ἴυγγί τινι ἀπορρήτῳ καὶ θαυμαστῇ τὸ ὕδωρ ἐκεῖνο ἐκ τῶν ἀσκῶν ἕλκει, καὶ ἀποδείκνυσι κενοὺς αὐτούς. ἐνταῦθά τοι σμινύαις τε καὶ μακέλλαις διασκάπτουσι τὸν χῶρον, καὶ ἔχουσι τὸ θήραμα ῥινηλατήσαντες ἄνευ κυνῶν· ἐὰν δὲ ἔμπλεῳ μείνωσιν οἱ ἀσκοὶ οὗπερ οὖν καὶ κατέθεσαν αὐτοὺς οἱ τῶν κεράτων τῶνδε θηραταί, οἳ δὲ ἀπίασιν ἐπ᾽ ἄλλην θήραν, καὶ μέντοι καὶ ἀσκοὺς καὶ ὕδωρ ἐπάγονται πάλιν, τὰ θήρατρα τῆς ἄγρας τῆς προειρημένης.

6 Λέγεται δὲ καὶ ἐλέφας διπλῆν ἔχειν καρδίαν καὶ διπλᾶ νοεῖν, καὶ τῇ μὲν θυμοῦσθαι, πραΰνεσθαί γε μὴν τῇ ἑτέρα· Μαυρουσίοις δὲ ἄρα ἕπομαι λόγοις λέγων ταῦτα. ἐπεί τοι καὶ ἐκεῖνα οἱ αὐτοὶ ὑμνοῦσι, λύγκας εἶναι. φασὶ δὲ αὐτὰς παρδάλεως μὲν ἔτι καὶ πλέον σιμάς, ἄκρα γε μὴν τὰ ὦτα λασίους. θηρίον δὲ τοῦτο ἁλτικὸν δεινῶς, καὶ κατασχεῖν βιαιότατά τε καὶ ἐγκρατέστατα καρτερόν. ἔοικε δὲ ἄρα τῷ θηρίῳ τούτῳ μαρτυρεῖν καὶ Εὐριπίδης τὸ ἀπρόσωπον, ὅταν που λέγῃ

ἥκει δ᾽ ἐπ᾽ ὤμοις ἢ συὸς φέρων βάρος
ἢ τὴν ἄμορφον λύγκα, δύστοκον δάκος.

ὑπὲρ ὅτου δὲ λέγει δύστοκον τοὺς κριτικοὺς ἐρέσθαι λῷον.

7 Περὶ στρουθοῦ δὲ τῆς μεγάλης εἴποι τις ἂν καὶ ἐκεῖνα. ἡ γαστὴρ αὐτῆς ἀνῃρημένης εὑρίσκεται καθαιρομένη λίθους ἔχουσα, οὕσπερ οὖν καταπιοῦσα ἡ στρουθὸς ἐν τῷ ἐχίνῳ φυλάττει καὶ πέττει τῷ χρόνῳ. εἶεν δ᾽ ἂν οὗτοι καὶ ἀνθρώπων πέψεως ἀγαθόν, νεῦρα δὲ τὰ ταύτης καὶ λίπος ἀνθρωπείων νεύρων ἀγαθά ἐστιν. ἁλίσκεται μὲν οὖν αὕτη ὑπὸ ἵππων· θεῖ μὲν γὰρ ἐς κύκλον, ἀλλ᾽ ἐξωτέρω περιθέουσα· οἱ δὲ ἱππεῖς τῷ ἐνδοτέρω ὑποτέμνονται κύκλῳ, καὶ ἔλατ-