Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/407

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀλλὰ κἂν ἰδιώτης παρατυχὼν ᾖ, καὶ παῖδες καὶ γυναῖκες.


ΙΔ

1 Ἐν δὲ τῷ Ἰονίῳ πελάγει πλησίον Ἐπιδάμνου, ὅπου καὶ Ταυλάντιοι παροικοῦσι, νῆσός ἐστι καὶ Ἀθηνᾶς κέκληται, καὶ οἰκοῦσιν ἐνταῦθα ἁλιεῖς. ἔστι δὲ καὶ λίμνη αὐτόθι, καὶ σκόμβρων ἠθάδων καὶ ἡμέρων ἀγέλαι τρέφονται. καὶ τούτοις μὲν τροφὰς ἐμβάλλουσιν οἱ ἁλιεῖς, καὶ ἔστιν αὐτοῖς πρὸς αὐτοὺς ἔνσπονδα, καί εἰσιν ἐλεύθεροι, καὶ ἀθηρίαν εἰλήχασι, καὶ προΐασιν ἐς χρόνου πλῆθος, καὶ ζῶσιν αὐτόθι σκόμβροι καὶ γέροντες. οὐ μὴν ἀργοὶ σιτοῦνται, οὐδὲ ὑπὲρ ὧν τρέφονταί εἰσιν ἀχάριστοι, λαβόντες δὲ ἐκ τῶν ἁλιέων τροφὰς τὰς ἑωθινὰς εἶτα μέντοι καὶ αὐτοὶ ἐπὶ τὴν θήραν ἴασιν, ὥσπερ οὖν τροφεῖα ἐκτίνοντες. καὶ τοῦ λιμένος προελθόντες ἐπὶ τοὺς ξένους στέλλονται σκόμβρους, καὶ ἐντυχόντες ὡς ἴλῃ τινὶ ἢ φάλαγγι, ἅτε ὁμοφύλοις καὶ τῆς αὐτῆς φύσεως οὖσι προσνέουσι, καὶ οὔτε τούτους ἐκεῖνοι φεύγουσιν οὔτε οὗτοι ἐκκλίνουσιν ἐκείνους, ἀλλὰ συνίασιν. εἶτα οἱ τιθασοὶ τοὺς ἐπήλυδας περιελθόντες καὶ κυκλόσε γενόμενοι καὶ ἑαυτοὺς συμφράξαντες ἀπειλήφασι μέσους πολύ τι πλῆθος, καὶ οὐκ ἐῶσι διαδιδράσκειν, ἀναμένουσι δὲ τοὺς τροφέας, καὶ ἀνθ᾽ ὧν ἐκορέσθησαν ἀνθεστιῶσι τοὺς ἁλιέας· ἐπελθόντες γὰρ αἱροῦσιν αὐτοὺς καὶ πολὺν ἐργάζονται φόνον. οἱ δὲ τιθασοὶ ἐπανίασι σπεύδοντες ἐς τὸν λιμένα, καὶ τοὺς ἑαυτῶν χηραμοὺς ὑπελθόντες ἀναμένουσι τὸ δειλινὸν δεῖπνον.