Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/402

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

είληχεν. ἀναπλεῖ δὲ ἀνελιχθέντα καὶ κυλιόμενα ἔμπαλιν.

21 Τριτώνων πέρι σαφῆ μὲν λόγον καὶ ἀπόδειξιν ἰσχυρὰν οὐ μάλα τί φασιν εἰπεῖν ἔχειν τοὺς ἁλιέας· λέγει δ᾽ οὖν φήμη διαρρέουσα ναὶ μὰ Δία πολλὴ γίνεσθαί τινα ἐν τῇ θαλάττῃ κήτη ἀνθρωπόμορφα τὰ ἀπὸ κεφαλῆς ὅσα ἐς ἰξὺν λήγει. λέγει δὲ Δημόστρατος ἐν λόγοις ἁλιευτικοῖς ἐν Τανάγρᾳ θεάσασθαι τάριχον Τρίτωνα. καὶ τὰ μὲν ἄλλα ἦν φησι καὶ τοῖς πλαττομένοις ὅμοιος καὶ τοῖς γραφομένοις, τὴν δέ οἱ κεφαλὴν ὑπὸ χρόνου διεφθαρμένην οὐ πάνυ τι σαφῆ ἔφατο εἶναι οὐδὲ οἵαν συνιδεῖν τε καὶ γνωρίσαι ῥᾷστα· προσαψαμένου δέ μου φολίδες ἀπέπιπτον τραχεῖαι καὶ μέντοι καὶ ἀντίτυποι εὖ μάλα. τῶν δέ τις ἐκ τῆς βουλῆς ἁρμοζόντων κλήρῳ τὴν Ἑλλάδα καὶ πεπιστευμένων τὴν ἀρχὴν ἑνὸς ἔτους, οἷα δὴ βασανιῶν καὶ ἐλέγξων τοῦ βλεπομένου τὴν φύσιν, τοῦ δέρματος παρελὼν ὀλίγον καθήγισεν ἐπὶ πυρός, καὶ ὀσμὴ μὲν βαρεῖα καομένου τοῦ ἐμβληθέντος προσέβαλε τῶν παρόντων τὰς ῥῖνας. οὐ μὴν συμβαλεῖν φησιν εἴτε χερσαῖον τὸ ζῷον εἴτε θαλάττιον εἴη τὴν φύσιν εἴχομεν. ἀλλ᾽ ἥ γε πεῖρα οὐ χρηστόν οἱ τὸν μισθὸν ἀπέδωκεν. οὐ γὰρ μετὰ μακρὸν τὸν βίον κατέστρεψε, περαιούμενος ὀλίγον καὶ στενὸν πορθμὸν ἑξήρει πορθμείῳ καὶ βραχεῖ. καὶ ἔλεγόν γε, ὡς ἐκεῖνος λέγει, Ταναγραῖοι παθεῖν αὐτὸν ταῦτα ἀνθ᾽ ὧν ἐς τὸν Τρίτωνα ἠσέβησε, τεκμηριοῦντες ὅτι ἀποψύχων μὲν ἐξῃρέθη τῆς θαλάττης, ἰχῶρα δὲ ἠφίει παραπλήσιον τὴν ὀσμὴν τῇ τοῦ Τρίτωνος δορᾷ, ὅτε αὐτὴν ἐκεῖνος ἔκαε καὶ ἐνεπίμπρα. ὁπόθεν δὲ ἄρα ὁ Τρίτων οὗτος ἐπλανήθη, καὶ ὅπως δεῦρο ἐξεβράσθη, Ταναγραῖοί τε λεγέτωσαν καὶ Δημόστρατος. ἐπὶ τούτοις