Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/399

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

παραμένειν. ἀνέχονται δὲ ἀνθρωπίνης ἐπιψαύσεως, ὡς μὲν κρίνειν ἐμέ, τῇ βορᾷ δεδουλωμένοι, ἤδη δέ, ὡς οἱ θηρατικοί φασι, καὶ τῇ ἀλκῇ θαρροῦντες. εἰσὶ δὲ ἐν αὐτοῖς καὶ χειροήθεις, οὕσπερ οὖν οἱ ἁλιεῖς ὡς εὐεργέτας καὶ ἑταίρους γνωρίζουσιν, εἶτα μέντοι τὰ πρὸς αὐτοὺς ἔχουσιν ἔνσπονδα. ἕπονται δὲ τούτοις οἷον ἡγεμόσι καὶ ἄλλοι ξένοι, καὶ τούτους μὲν ὡς ἂν εἴποι τις ἐπήλυδας καὶ θηρῶσι καὶ ἀποκτείνουσι, πρός γε μὴν τοὺς τιθασούς, οἵπερ οὖν ἐοίκασι ταῖς παλευτρίαις πελειάσιν, ἀθηρία τε αὐτοῖς ἐστι καὶ ἐκεχειρία. οὐδ᾽ ἂν ἁλιέα σοφὸν τοσαύτη ποτὲ καταλάβοι ἀπορία, ὡς ἐξ ἐπιβουλῆς ἑλεῖν αὐλωπίαν ἥμερον· ἐκ γάρ τινων αἰτιῶν αἱρεθεὶς κατὰ τύχην καὶ λυπεῖ. ἁλίσκεται δὲ ἢ ἀγκίστρῳ περιπαρεὶς ἢ τρωθεὶς ἐς θάνατον. ὁρῶμεν δὲ καὶ τοὺς ὀρνιθοθήρας μὴ ἂν τῶν ἐλλοχώντων ὀρνίθων ἀποκτείναντάς τινας ἢ ἐπὶ πράσει ἢ ἐπὶ δείπνῳ. καὶ ἄλλαι δὲ θῆραι τῶνδε τῶν ἰχθύων εἰσίν.

18 Ἐν δὲ τοῖς βασιλείοις τοῖς Ἰνδικοῖς, ἔνθα ὁ μέγιστος τῶν βασιλέων διαιτᾶται τῶν ἐκεῖθι, πολλὰ μὲν καὶ ἄλλα ἐστὶ θαυμάσαι ἄξια, ὡς μὴ αὐτοῖς ἀντικρίνειν μήτε τὰ Μεμνόνεια Σοῦσα καὶ τὴν ἐν αὐτοῖς πολυτέλειαν μήτε τὴν ἐν τοῖς Ἐκβατάνοις μεγαλουργίαν· ἔοικε γὰρ κόμπος εἶναι Περσικὸς ἐκεῖνα, εἰ πρὸς ταῦτα ἐξετάζοιτο. καὶ τὰ λοιπὰ μὲν περιελθεῖν τῷ λόγῳ οὐ τῆσδε τῆς συγγραφῆς ἐστιν, ἐν δὲ τοῖς παραδείσοις τρέφονται μὲν καὶ ταῶς ἥμεροι καὶ χειροήθεις φασιανοί, ἔχουσι δὲ ἐν τοῖς φυτοῖς τοῖς ἠσκημένοις, ἅπερ οὖν οἱ μελεδωνοὶ οἱ βασίλειοι τῆς δεούσης ἀξιοῦσι κομιδῆς. καὶ γάρ εἰσιν ἄλση σκιερὰ καὶ νομὴ σύμφυτος καὶ κλάδοι δ᾽ ἀλλήλων συνυφασμένοι σοφίᾳ τινὶ δενδροκομικῇ. καὶ τὸ σεμνότερον τῆς