Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/390

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοῖς ἐγχέοντες, οἳ δὲ ἀνοίγουσι τὰ βλέφαρα, καὶ ὠφελούμενοι ἥδονταί τε καὶ αἰσθάνονται, ὥσπερ ἄνθρωποι. καὶ ἐς τοσοῦτον ἐπικλύζουσιν, ἐς ὅσον ἂν ἀποπαύσωνται λημῶντες. μαρτύριον δὲ τοῦ παύσασθαι τὴν ὀφθαλμίαν τοῦτό ἐστι. τὰ δὲ νοσήματα ὅσα αὐτοῖς προσπίπτει ἄλλως, ὁ μέλας οἶνός ἐστιν αὐτοῖς ἄκος. εἰ δὲ μὴ γένοιτο ἐξάντης τοῦ κακοῦ τῷ φαρμάκῳ τῷδε, ἄσωστά οἵ ἐστιν.

8 Ἐλέφαντι ἀγελαίῳ μὲν τετιθασευμένῳ γε μὴν ὕδωρ πῶμά ἐστι, τῷ δὲ τὰ ἐς πόλεμον ἀθλοῦντι οἶνος μέν, οὐ μὴν ὁ τῶν ἀμπέλων, ἐπεὶ τὸν μὲν ἐξ ὀρύζης χειρουργοῦσι, τὸν δὲ ἐκ καλάμου. προΐασι δὲ καὶ ἄνθη σφίσιν ἀθροίσοντες· εἰσὶ γὰρ ἐρασταὶ εὐωδίας, καὶ ἄγονταί γε ἐπὶ τοὺς λειμῶνας, ὀσμῇ πωλευθησόμενοι τῇ ἡδίστῃ. καὶ ὃ μὲν ἐκλέγει κρίνας τῇ ὀσφρήσει τὸ ἄνθος, τάλαρον δὲ ἔχων ὁ πωλευτὴς τρυγῶντος καὶ ἐμβάλλοντος ὑπέχει. εἶτα ὅταν ἐμπλήσῃ τοῦτον, ὥσπερ οὖν ὀπώραν δρεπόμενος λοῦται, καὶ ἥδεται τῷ λουτρῷ κατὰ τοὺς τῶν ἀνθρώπων ἁβροτέρους. εἶτα ἐπανελθὼν τὰ ἄνθη ποθεῖ, καὶ βοᾷ βραδύνοντος, καὶ οὐχ αἱρεῖται τροφὴν πρὶν ἢ κομίσῃ τίς οἱ ὅσα ἐτρύγησεν. εἶτα μέντοι τῇ προβοσκίδι ἀναιρούμενος ἐκ τοῦ ταλάρου τῆς φάτνης καταπάττει τὰ χείλη, ἥδυσμα τοῦτό γε τῇ τροφῇ διὰ τῆς εὐοσμίας ἐπινοῶν, ὡς εἰπεῖν. κατασπείρει δὲ καὶ τοῦ χώρου ἔνθα αὐλίζεται τῶν ἀνθέων πολλά, ἡδυσμένον αἱρεῖσθαι γλιχόμενος ὕπνον. Ἰνδοὶ δὲ ἐλέφαντες ἦσαν ἄρα πήχεων ἐννέα τὸ ὕψος, πέντε δὲ τὸ εὖρος. μέγιστοι δὲ ἄρα τῶν ἐκεῖθι ἐλεφάντων οἱ καλούμενοι Πράσιοι, δεύτεροι δ᾽ ἂν τῶνδε τάττοιντο οἱ Ταξίλαι.

9 Ἴππον δὲ ἄρα Ἰνδὸν κατασχεῖν καὶ ἀνακροῦσαι