Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/382

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ χερμάδος καὶ εὐναίων καὶ φύκους θαλαττίου σχοίνων τε καὶ κυπαρίττου κόμης καὶ φελλῶν καὶ ξύλων καὶ δελέατος καὶ νεὼς μικρᾶς. ἡ δὲ ἀγκιστρεία σοφωτάτη ἐστὶ καὶ τοῖς ἐλευθέροις πρεπωδεστάτη. δεῖται δὲ ἄρα ἱππείων τριχῶν, τὰς χρόας καὶ λευκὰς καὶ μελαίνας καὶ πυρρὰς καὶ μεσαιπολίους· τῶν δὲ βαπτομένων ἐγκρίνουσι τὰς γλαυκὰς καὶ τὰς ἁλιπορφύρους· αἱ γὰρ ἄλλαι πᾶσαι πονηραί, φασίν. χρῶνται δὲ καὶ τῶν ἀγρίων συῶν ταῖς θριξὶ ταῖς ὀρθαῖς καὶ τερμίνθῳ δέ, καὶ χαλκῷ πλείστῳ καὶ μολίβῳ καὶ σπαρτίναις καὶ πτεροῖς, μάλιστα μὲν λευκοῖς καὶ μέλασιν καὶ ποικίλοις. χρῶνταί γε μὴν οἱ ἁλιεῖς καὶ φοινικοῖς ἐρίοις καὶ ἁλουργέσι καὶ φελλοῖς καὶ ξύλοις· καὶ σιδήρου καὶ ἄλλων δέονται, ἐν δὲ τοῖς καὶ καλάμων εὐφυῶν καὶ ἀβρόχων καὶ ὁλοσχοίνων βεβρεγμένων καὶ νάρθηκος ἐξεσμένου καὶ ῥάβδου κρανείας καὶ χιμαίρας κεράτων καὶ δέρματος. ἄλλος δὲ ἄλλῳ τούτων ἰχθὺς αἱρεῖται, καὶ τάς γε θήρας ἤδη εἶπον αὐτῶν.

44 Λόγω δὲ ἄρα τώδε Ἰνδὸς καὶ Λίβυς τὸ γένος διαφόρω· ἐρεῖ δὲ ὁ μὲν Ἰνδὸς τὰ ἐπιχώρια, ὁ δὲ Λίβυς ὅσα οἶδε καὶ ἐκεῖνος· ἃ δ᾽ οὖν ᾄδετον ἄμφω τὼ λόγω ἐστὶν ἐκεῖνα. ἐν Ἰνδοῖς ἐὰν ἁλῷ τέλειος ἐλέφας, ἡμερωθῆναι χαλεπός ἐστι, καὶ τὴν ἐλευθερίαν ποθῶν φονᾷ. ἐὰν δὲ αὐτὸν καὶ δεσμοῖς διαλάβῃς, ἔτι καὶ μᾶλλον ἐς θυμὸν ἐξάπτεται, καὶ δοῦλος εἶναι καὶ δεσμώτης οὐχ ὑπομένει. ἀλλ᾽ οἱ Ἰνδοὶ καὶ ταῖς τροφαῖς κολακεύουσιν αὐτόν, καὶ ποικίλοις καὶ ἐφολκοῖς δελέασι πραΰνειν πειρῶνται, παρατιθέντες ὅσα πληροῖ τὴν γαστέρα καὶ θέλγει τὸν θυμόν. ὃ δὲ ἄχθεται αὐτοῖς καὶ ὑπερορᾷ. τί οὖν ἐκεῖνοι κατασοφίζονται; μοῦσαν αὐτοῖς προσάγουσιν ἐπιχώριον, καὶ κατᾴδου-