Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/367

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

γάρ. ἀντίαι δὲ αὐτῷ τρίχες ἤπερ οὖν τοῖς ἄλλοις εἰσίν· ἴδια γάρ τοι καὶ τοῦδε ταῦτα. μέγιστος δὲ ἦν ἄρα βοῶν οὗτος καὶ ὑπὲρ τοὺς Χάονας, οὕσπερ οὖν καὶ λαρινοὺς καλοῦσι Θεσπρωτοί τε καὶ Ἠπειρῶται τῆς σπορᾶς τῆς τῶν Γηρυόνου βοῶν γενεαλογοῦντες αὐτούς. καὶ σιτεῖταί γε Ὄνουφις πόαν Μηδικὴν οὗτος.

12 Ὀξύτατος δὲ ἦν ἄρα καὶ ἁλτικώτατος ἰχθύων ὁ δελφίς, ἀλλὰ καὶ τῶν χερσαίων ἁπάντων. ὑπερπηδᾷ γοῦν καὶ ναῦν, ὡς Ἀριστοτέλης λέγει, καὶ τήν γε αἰτίαν πειρᾶται προστιθέναι, καὶ ἔστιν αὕτη. συνέχει τὸ πνεῦμα, ὥσπερ οὖν καὶ οἱ ὕφυδροι κολυμβηταί· καὶ γάρ τοι καὶ ἐκεῖνοι ἐντείναντες ἔνδον τὸ πνεῦμα, ὥσπερ οὖν νευράν, εἶτα τὸ σῶμα ὡς βέλος ἀφιᾶσι. τὸ δὲ θλιβόμενόν φησιν ἔνδον ὠθεῖ τε καὶ ἐξακοντίζει αὐτούς.

13 Ἡ δὲ φῦσά ἐστιν ἰχθὺς Αἰγύπτιος θαυμάσαι ἄξιος. οἶδε γὰρ ὥς φασιν ὁπότε ἡ σελήνη λήγει, οἶδε δὲ αὐτῆς καὶ τὴν αὔξησιν. καὶ οὖν καὶ τὸ ἧπαρ αὐτοῦ συναύξεται τῇ θεῷ ἢ συμφθίνει, καὶ πῆ μὲν εὐτραφές ἐστι, πῆ δὲ λεπτότερον.

14 Ὁ δὲ γλάνις ἐστὶ μὲν περὶ τὸν Μαίανδρον καὶ τὸν Λύκον τοὺς Ἀσιανοὺς ποταμούς, τῆς δὲ Εὐρώπης περὶ τὸν Στρυμόνα, καὶ σιλούρῳ μὲν τὸ εἶδος ὅμοιός ἐστι. πέφυκε δὲ φιλοτεκνότατος ἰχθύων οὗτος. ὅταν γοῦν ἡ θήλεια ἀποκυήσῃ, ἣ μὲν ἀφεῖται τῆς ὑπὲρ τῶν τέκνων φροντίδος, οἷα δήπου λεχώ, ὁ δὲ ἄρρην τῇ φρουρᾷ τῇ τῶν βρεφῶν ἑαυτὸν ἐπιτάξας παραμένει, πᾶν ἀναστέλλων τὸ ἐπιβουλεῦον. ἱκανὸς δέ ἐστι καὶ ἄγκιστρον καταπιεῖν, ὡς Ἀριστοτέλης φησίν.

15 Βάτραχος ὕδρον μισεῖ καὶ δέδοικεν ἰσχυρῶς. οὐκοῦν τῇ βοῇ τῇ πολλῇ πειρᾶται ἀντεκπλήττειν αὐτὸν καὶ ἀντιφοβεῖν. κροκοδείλου δὲ κακουργία ἐς