Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/364

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοῖς τοῦ θεοῦ προπυλαίοις τούσδε τρέφουσι τοὺς λέοντας, θειοτέρας τινὸς μοίρας ὡς Αἰγύπτιοί φασι μετειληχότας. καὶ γάρ τοι καὶ ὄναρ οἷσπερ οὖν ὁ θεός ἐστιν ἵλεως ἐπιστάντες προθεσπίζουσί τινα, καὶ τοὺς ἐπίορκον ὀμόσαντας οὐκ ἐς ἀναβολὰς ἀλλὰ ἤδη δικαιοῦσι, τοῦ θεοῦ τὴν ὀργὴν τὴν δικαίαν αὐτοῖς καταπνέοντος. λέγει δὲ καὶ Ἐμπεδοκλῆς τὴν ἀρίστην εἶναι μετοίκησιν τὴν τοῦ ἀνθρώπου, εἰ μὲν ἐς ζῷον ἡ λῆξις αὐτὸν μεταγάγοι, λέοντα γίνεσθαι· εἰ δὲ ἐς φυτόν, δάφνην. ἃ δὲ Ἐμπεδοκλῆς λέγει, ταῦτά ἐστιν

ἐν θήρεσσι λέοντες ὀρειλεχέες χαμαιεῦναι
γίνονται, δάφναι δ᾽ ἐνὶ δένδρεσιν ἠυκόμοισιν.

εἰ δὲ δεῖ καὶ τῆς τῶν Αἰγυπτίων σοφίας ἐς φύσιν ἐκτρεπόντων καὶ τὰ τοιαῦτα ὤραν τίθεσθαι ῾δεῖ δέ᾽, τὰ μὲν πρόσθια τοῦδε τοῦ ζῴου πυρὶ ἀποκρίνουσιν, ὕδατί γε μὴν τὰ κατόπιν. καὶ τὴν σφίγγα μέντοι τὴν διφυῆ Αἰγύπτιοί τε χειρουργοὶ γλύφοντες καὶ Θηβαῖοι μῦθοι κομπάζοντες δίμορφον ἡμῖν πειρῶνται δεικνύναι, σεμνύνοντες τῇ τε τοῦ παρθενωποῦ καὶ τῇ τοῦ λεοντοειδοῦς σώματος κράσει αὐτήν. τοῦτό τοι καὶ Εὐριπίδης ὑπαινίττεται λέγων

οὐρὰν δ᾽ ὑπίλλασ᾽ ὑπὸ λεοντόπουν βάσιν καθίζετο.

καὶ μέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγει γοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη

καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο,
ἣ δεινὸν φρίξασ᾽ ἀπεσείσατο θῆρα λέοντα
ἐν Νεμέᾳ, ἀνάγουσ᾽ αὐτὸν διὰ πότνιαν Ἥραν.