Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/357

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὀνησιφόρον οἱ ταύτην ἔσεσθαι τὴν θεραπείαν καὶ ἴασιν. καὶ ὑπὲρ μὲν τούτων ἀπόχρη καὶ ταῦτα.

36 Ἴδια δὲ ἄρα τῶν ζῴων καὶ ἐκεῖνα. αἱ ἵπποι ἐς ἁρματηλασίαν ἐπιτηδειόταται εἶναι πιστεύονται. πυνθάνομαι δὲ τοὺς ἄνδρας τοὺς πωλευτικοὺς λέγειν ὅτι ἄρα χαίρουσιν ἵπποι λουτρῷ τε καὶ ἀλοιφῇ. ὅτι δὲ καὶ μύρῳ ἐχρίοντο ἵπποι, Σιμωνίδης ἐν τοῖς ἰάμβοις λέγει. Πέρσαι δὲ μετὰ τὴν Κύρου μάχην τὴν ἐν Λυδίᾳ καμήλους τοῖς ἵπποις συντρέφουσι, τὸ δέος τῶν ἵππων τὸ ἐκ τῶν καμήλων ἐς αὐτοὺς ἐξαπτόμενον ἐκβάλλειν πειρώμενοι τῇ συντροφίᾳ.

37 Καλεῖται δὲ σελάχια ὅσα οὐκ ἔχει λεπίδας· εἴη δ᾽ ἂν μύραινα γόγγρος νάρκη τρυγὼν βοῦς γαλεός· δελφὶς φάλαινα φώκη. ταῦτα δὲ ἄρα μόνα τῶν ἐνύδρων ζῳοτοκεῖ. μαλάκια δὲ καλεῖται ὅσα ἀνόστεά έστι· καὶ εἴη ἂν πολύπους σηπία τευθὶς ἀκαλήφη. ταῦτά τοι καὶ αἵματος ἄμοιρα καὶ σπλάγχνων ἐστί. μαλακόστρακα δὲ ἀστακοὶ καρίδες καρκίνοι πάγουροι· ἀποδύεται δὲ καὶ τὸ γῆρας ταῦτα. ὀστρακόδερμα δὲ ὄστρεα πορφύραι κήρυκες στρόμβοι ἐχῖνοι κάραβοι. καρχαρόδοντα δὲ λύκος κύων λέων πάρδαλις. ταῦτά τοι καὶ σαρκῶν ἐσθίει. ἀμφόδοντα δὲ ἄνθρωπος ἵππος ὄνος, ἅπερ οὖν καὶ πιμελὴν ἔχει. συνόδοντα δὲ βοῦς πρόβατον αἴξ. χαυλιόδοντα δὲ ὗς ὁ ἄγριος σπάλαξ· τὸν γὰρ ἐλέφαντα οὔ φημι ὀδόντας ἔχειν ἀλλὰ κέρατα. ἔντομα δὲ σφὴξ μέλιττα· λέγουσι δὲ μηδὲ πνεύμονας ἔχειν ταῦτα. ἀμφίβια δὲ ἵππος ποτάμιος ἐνυδρὶς κάστωρ κροκόδειλος. φολιδωτὰ δὲ σαῦρος σαλαμάνδρα χελώνη κροκόδειλος ὄφις· ταῦτα δὲ καὶ τὸ γῆρας ἀποδύεται πλὴν κροκοδείλου καὶ χελώνης. μώνυχα δὲ ἵππος ὄνος. δίχηλα δὲ βοῦς ἔλαφος αἲξ οἶς χοῖρος. πολυσχιδῆ δὲ ἄνθρωπος κύων. στεγανόποδα