Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/355

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μὲν οὖν τὸν ἄνδρα ὁ θεὸς καὶ ἰᾶται· ὡς δὲ ἀτιμώρητος οὐκ ἔμεινεν ἡ ἀσπὶς εἴρηται καὶ πάνυ γε ἀποχρώντως.

33 Ταῶν δὲ Ἰνδικὸν δῶρον λαβὼν ὁ τῶν Αἰγυπτίων βασιλεύς, ταώνων ἰδεῖν μέγιστόν τε καὶ ὡραιότατον, οὐκ ἀξιοῖ σὺν τοῖς ἀγελαίοις τρέφειν, ὡς οἰκίας ἄθυρμα αὐτὸν εἶναι ἢ γαστρὸς χάριν, ἀλλὰ ἀνάπτει τῷ Πολιεῖ Διί, κρίνας ἀνάθημα ἐπάξιον τῷ θεῷ τὸν ὄρνιν τὸν προειρημένον. ἐρᾷ τοῦτον συλλαβεῖν ἄσωτος νεανίας καὶ πάνυ γε πλούσιος καὶ ποιήσασθαι δεῖπνον· ἀεὶ γὰρ τῇ γαστρὶ ἐχαρίζετο καὶ ἐξ ἁπάσης αἰτίας ὁ ἄσωτος οὗτος, τὸ ποικίλον τῆς τροφῆς καὶ τὸ σὺν κινδύνῳ πορισθὲν καὶ τὸ ἐωνημένον πολλῶν πόνων λαιμαργίας καὶ βδελυρίας ὑπερβολῇ κέρδος ἡγούμενος ἐς ἡδονήν. μισθὸν οὖν τῆς θεοσυλίας ἁδρὸν προτείνει τινὶ τῶν τοῦ θεοῦ θεραπευτήρων, καὶ ὑπισχνεῖται καὶ ἄλλον. ὃ δὲ ἐλπίδι κουφισθεὶς ματαίᾳ, ἔνθα ᾔδει τὸν ὄρνιν αὐλιζόμενον ἐλθὼν ἐπεχείρει συλλαβεῖν καὶ τῷ πλουσίῳ κομίσαι. καὶ ἐκεῖνον μὲν οὐχ ὁρᾷ, μεγίστην δὲ ἀσπίδα ὀρθὴν εἶδε καὶ ἐπ᾽ αὐτὸν τεθυμωμένην. καὶ τὰ μὲν πρῶτα ἔδεισε καὶ ἀπῆλθεν, ἐγκειμένου δὲ τοῦ ἀσώτου καὶ παρορμῶντος ὁ μὲν ὑπηρέτης ἐπὶ τὸν ταῶν ἦλθεν, ὃ δὲ ἀνωτέρω ᾄξας καὶ ἑαυτὸν τοῖς πτεροῖς μετεωρίσας καὶ ἀρθεὶς κοῦφος οὔτε ἐπί τι τῶν ἱερῶν δένδρων ἐκάθισεν οὔτε ἐπ᾽ ἄλλον μετέωρόν τε καὶ ὑψηλὸν χῶρον, ἀλλὰ ἐπὶ τὸ μέσον τοῦ νεώ, καὶ ἐς αὐτοὺς ἀτρέπτως ἑώρα, οἷον ὑποφαίνων ὅτι ἄρα τῆς ἐπιβουλῆς τῆς ἐξ ἐκείνων κρείττων πέφυκε, καὶ οὐκ ἔστιν αὐτοῖς ἑλεῖν αὐτόν. οὐκοῦν ἐπεὶ μηδὲν ἤνυστο, ὅπερ ἦν προδοὺς ἀργύριον ὁ ἄσωτος ἀπῄτει λαβεῖν, ὃ δὲ οὐκ ἀπεδίδου λέγων ποιῆσαι μὲν τὰ ἑαυτοῦ