Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/354

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ διὰ ταῦτα οἰκτείρει καὶ τὸν νοσοῦντα καὶ τὸν δεόμενον ὑπὲρ αὐτοῦ, καὶ δίδωσιν ἴασιν μὴ καταιονεῖν μὲν τὸν ὀφθαλμόν, πυριάσεσι δὲ αὐτὸν ἀλεαίνειν μεσούσης ἡμέρας ἐν τῷ τοῦ νεὼ περιβόλῳ. καὶ ταῦτα μὲν ἐπράττετο, ἐρρώσθη δὲ τῷ ἵππῳ τὸ ὄμμα. καὶ ὁ μὲν Ληναῖος χαριστήριά τε καὶ ζωάγρια ἀπέθυεν, ὁ δὲ ἵππος ἐσκίρτα τε καὶ ἐφριμάττετο καὶ ἐδόκει μείζων τε καὶ ὡραιότερος, καὶ ἦν φαιδρὸς καὶ τῷ βωμῷ προσθέων ἐκυδροῦτο, καὶ μέντοι καὶ πρὸς τοῖς ἀναβαθμοῖς καλινδούμενος ἑωρᾶτο τῷ θεῷ τῷ σωτῆρι χαριστήρια ἐκτίνων, ᾗπερ οὖν ἔσθενεν.

32 Ἐν ἀμπελῶνι δὲ γεωργὸς εἰργάζετο τάφρον, ἵνα ἐμφυτεύσῃ κλῆμα καλόν τε καὶ εὐγενές· εἶτα τὴν σμινύην καταφέρων ὑποικουροῦσαν ἀσπίδα ἱερὰν καὶ ἀνθρώπων ἥκιστα ἐχθρὰν λαθὼν διέκοψε μέσην. καὶ τὴν γῆν διαξαίνων τὸ μὲν οὐραῖον βλέπων τῇ ψάμμῳ κατειλημμένον, τὸ δὲ ἡμίτομον τὸ ἐκ τῆς γαστρὸς ἐς τὴν δέρην ἀνιὸν ἔτι ἕρπον καὶ τοῦ λύθρου τοῦ διὰ τὴν τομὴν πεπληρωμένον, ἐκπλήττεται, καὶ ἔκφρων γενόμενος ἔς τε ὀρθὴν μανίαν καὶ ὡς τὰ μάλιστα ἰσχυρὰν ἐκφοιτᾷ. καὶ μεθ᾽ ἡμέραν ἑαυτοῦ τε καὶ τοῦ λογισμοῦ ἦν ἀκράτωρ καὶ μέντοι καὶ νύκτωρ ἦν παράφορος, καὶ ἐκ τοῦ ῾̣̣̓έχους ἀνεθόρνυτο καὶ ἔλεγε τὴν ἀσπίδα διώκειν, καὶ ὥσπερ οὖν ὁμοῦ τι τῷ δήγματι ὢν ἐκπληκτικώτατα ἐβόα καὶ ἐκάλει συμμάχους, καὶ μέντοι καὶ τῆς ἀνῃρημένης ὑπ᾽ αὐτοῦ τὸ εἴδωλον ἔλεγεν ὁρᾶν βριμούμενόν τε καὶ ἀπειλοῦν, καὶ ὡμολόγει ποτὲ καὶ δεδῆχθαι, καὶ ὡς ὠδυνᾶτο ἐξ ὧν ᾤμωζεν ἦν δῆλος. ἐπεὶ μέντοι ἡ νόσος πόρρω τοῦ χρόνου ἦν, οἱ προσήκοντές οἱ τὸν ἄνδρα ἐς τοῦ Σαράπιδος ἄγουσιν ἱκέτην, καὶ ἐδέοντο ἀναστεῖλαι καὶ ἀφανίσαι τῆς προειρημένης τὸ φάσμα. οἰκτείρει