Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/353

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νοιαν αὐτῶν οἱ θεοὶ ποιοῦνται, καὶ οὔτε αὐτῶν καταφρονοῦσιν οὔτε μὴν ὀλιγώρως ἔχουσιν. εἰ γὰρ καὶ ἀμοιρεῖ λόγου, ἀλλὰ γοῦν συνέσεως καὶ τῆς καθ᾽ ἑαυτὰ σοφίας οὐκ ἀτυχεῖ. ὅπως οὖν καὶ αὐτὰ φιλεῖται θεοῖς ἐρῶ, καὶ εἰ μὴ πολλὰ ἐκ πολλῶν, ὅσα δ᾽ οὖν ἀποχρήσει. ἀνὴρ ἱππεύς, Ληναῖος τὸ ὄνομα, ἵππον εἶχεν ἰδεῖν μὲν ὡραῖον, δραμεῖν δὲ ὤκιστον, τὸν δὲ θυμὸν ἀνδρειότατον· καὶ ἀγαθὸν μὲν ἐν ταῖς ἐπιδείξεσι τὴν ἱππείαν περιδραμεῖν τὴν δεδιδαγμένην, καρτερικὸν δὲ ἐν αὐτῷ τῷ πολέμῳ, καὶ διῶξαι ἔνθα ἦν καιρὸς καὶ ἀναχωρῆσαι ὅπου αὐτὸν ἡ χρεία παρεκάλει πάνυ γεννικόν. οὐκοῦν ἐκ τούτων ἁπάντων ὃ μὲν κτῆμα ἦν ἀγαθόν, ὃ δὲ εὐκλεέστατος ἐν τοῖς ὁμοτέχνοις ἱππεῦσιν ἐδόκει. ὁ τοίνυν ἵππος ὁ τοιοῦτος τὴν ἱππικὴν ἀρετὴν θατέρῳ τοῖν ὀφθαλμοῖν τῷ δεξιῷ ὑπό τινος πληγῆς προσπεσούσης ὁρᾶν ἀδύνατος ἦν. οὐκοῦν ὁ Ληναῖος ὁρῶν ἑαυτοῦ σαλεύουσαν τὴν πᾶσαν ἐλπίδα ἐν τῷ τοῦ ἵππου τοῦ εὐγενοῦς ἐκείνου πάθει, ἐπεὶ καὶ ἡ ἀσπὶς ἡ ἱππικὴ τὸν λαιὸν ὀφθαλμόν οἱ ἔσκεπε τὸν μόνον ὁρῶντα, ἐς τοῦ Σαράπιδος ἔρχεται, θεράπευμα ἀνάγων καὶ μάλα ἄηθες τὸν ἵππον, καὶ δεῖται τοῦ θεοῦ ὡς ὑπὲρ ἀδελφοῦ τινος ἢ υἱοῦ ὁ Ληναῖος τοῦ ἵππου οἰκτεῖραι τὸν ἱκέτην, καὶ ταῦτα ἀδικήσαντα οὐδὲ ἕν. εἶναι γάρ τοι ἀνθρώπους σφίσι κακῶν αἰτίους ἢ δράσαντάς τι ἀσεβὲς ἢ εἰπόντας τι ἀπόφημον· ῾ἵππου δἒ ἔλεγε ῾ποία μὲν θεοσυλία, φόνος δὲ τίς, βλασφημία δὲ πῶς ἢ πόθεν;᾿ ἐμαρτύρατο δὲ τὸν θεὸν καὶ αὐτὸς ὡς οὐδεπώποτε οὐδένα οὐδὲν ἀδικήσας, καὶ διὰ ταῦτα τὸν συστρατιώτην οἱ καὶ φίλον ἐδεῖτο τῆς ὀφθαλμίας ἀπαλλάξαι. ὃ δὲ οὐχ ὑπερορᾷ οὐδὲ ἐξεφαύλισε τὸν ἄλογόν τε καὶ ἄφωνον ἰάσασθαι, ὢν τοσοῦτος θεός,