Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/348

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σασθαι τὸν δράκοντα, καὶ παρελθὼν μόνος καὶ ποιήσας τὰ εἰθισμένα ἀπέστη· ὃ δὲ ἀνελθὼν ἐπὶ τὴν τράπεζαν ὁ δράκων εἱστιᾶτο. καὶ τὰς θύρας ὁ πολυπράγμων ἀνοίξας ῾ἔτυχε γὰρ κατὰ τὰ εἰθισμένα ἐπικλείσασ᾽ ψόφον εἰργάσατο ἰσχυρόν. ὁ δράκων δὲ ἠγανάκτησε καὶ ἀνεχώρησεν, ὃ δὲ ἰδὼν ὃν ἐπόθει σὺν τῷ ἑαυτοῦ κακῷ, γίνεται μὲν ἔκφρων, εἰπὼν δὲ ὅσα εἶδε καὶ ὡς ἠσέβησεν ὁμολογήσας, ἦν ἄφωνος, εἶτα οὐ μετὰ μακρὸν πεσὼν ἀπέθανεν.

18 Ἴδια δὲ ἄρα τῶν ζῴων καὶ ταῦτά ἐστιν. ὁ ταὼς ὑπὲρ τοῦ μὴ βασκανθῆναι λίνου ῥίζαν οἱονεὶ περίαπτόν τι φυσικὸν ἀναζητήσας, ὑπὸ τῇ ἑτέρᾳ πτέρυγι βύσας περιφέρει. λέγεται δὲ καὶ ἵππος τὰ οὖρα εἰ ἐπισχεθείη, παρθένος λύσασα ἣν φορεῖ ζώνην ἐὰν αὐτὸν παίσῃ κατὰ τοῦ προσώπου τῇ ζώνῃ, παραχρῆμα ἐξουρεῖν ἀθρόως καὶ τῆς ὀδύνης παύεσθαι. θήλειαν δὲ ἵππον ἐς ἀφροδίσια λυττήσασαν πάνυ σφόδρα παῦσαι ῥᾳδίως ἔστιν, ὡς Ἀριστοτέλης λέγει, εἴ τις αὐτῆς ἀποκείρειε τὰς κατὰ τοῦ τένοντος τρίχας· αἰδεῖται γάρ, καὶ οὐκ ἀτακτεῖ, καὶ παύεται τῆς ὕβρεως καὶ τοῦ σκιρτήματος τοῦ πολλοῦ, κατηφήσασα ἐπὶ τῇ αἰσχύνῃ. τοῦτό τοι καὶ Σοφοκλῆς αἰνίττεται ἐν τῇ Τυροῖ τῷ δράματι· πεποίηται δέ οἱ αὕτη λέγουσα, καὶ ἃ λέγει ταῦτά ἐστιν

κόμης δὲ πένθος λαγχάνω πώλου δίκην,
ἥτις συναρπασθεῖσα βουκόλων ὕπο
μάνδραις ἐν ἱππείαισιν ἀγρίᾳ χερὶ
θέρος θερισθῇ ξανθὸν αὐχένων ἄπο,
σπάσουσα δ᾽ ἐν λειμῶνι ποταμίων ποτῶν
ἴδῃ σκιᾶς εἴδωλον αἰκισθεῖσ᾽ ὑπὸ
κουραῖς ἀτίμως διατετιλμένης φόβης.
φεῦ, κἂν ἀνοικτίρμων τις οἰκτείρειέ νιν