Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/344

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ψευδὲς καὶ φήμην οὐδὲν λέγουσαν ὑγιὲς οὐκ οἶδα ὅπως ἁρπάσας, δίκαιός τε ἐν ταῖς κρίσεσιν ἐδόκει καὶ πρὸς τὸ ὅσιον τὴν ψυχὴν κεκοσμημένος· ἦν δὲ ἄρα ἔμπαλιν πεφυκὼς ἐκεῖνος. καὶ τὰ μὲν πλείω ἐῶ νῦν, τὸν δὲ Μνεῦιν, λυπῆσαι θέλων Αἰγυπτίους, οἷα ἐργάζεται γοῦν αὐτόν. ταῦρον ἄγριον ἐπάγει οἱ ἀντίπαλον. οὐκοῦν μυκᾶται μὲν ὁ Μνεῦις, ἀντεμυκήσατο δὲ ὁ ἔπηλυς. εἶτα ὑπὸ τοῦ θυμοῦ φέρεται μὲν ἐμπεσεῖν τῷ ταύρῳ τῷ θεοφιλεῖ ὁ ξένος ἐθέλων, καὶ σφάλλεται, καὶ ἐς περσέας ἐμπεσὼν πρέμνον ἐπεσχέθη τὸ κέρας, ὃ δὲ κατὰ τῆς πλευρᾶς ὁ Μνεῦις τιτρώσκων ἀπέκτεινεν αὐτόν. αἰδεῖται Βόκχορις, καὶ μισοῦσιν αὐτὸν Αἰγύπτιοι. εἰ δέ τις αἴσχιστον οἴεται ἐκ τῶν φυσικῶν λόγων ἐς μύθους ἐμπεσεῖν, μωρός ἐστι. λέγω γὰρ ὅσα τε δρᾶται ἐπὶ τοῖσδε τοῖς ταύροις καὶ ὅσα ἐπράχθη καὶ ἀκούω λεγόντων Αἰγυπτίων. οὐκ ἦν δὲ ἄρα· οὕτω τὸ ψεῦδος ἐκείνοις ἔχθιστόν ἐστι.

12 Οἱ δελφῖνες, τὸ μὲν φιλόμουσον αὐτῶν καὶ περὶ τὴν ᾠδὴν σπουδαῖόν τε καὶ φιλόπονον κεκήρυκταί τε καὶ ἐς πολλοὺς ἐξεφοίτησε, καὶ ὥς εἰσι φιλάνθρωποι ἄλλοι τε εἶπον καὶ ἡμεῖς ἄνω που διεξήλθομεν τῷ λόγῳ· ἐνταυθοῖ δὲ εἰπεῖν ὑπὲρ τῆς συνέσεως αὐτῶν οὐ χεῖρόν ἐστιν. ὅταν γοῦν δικτύῳ περιπέσῃ δελφίς, τὰ μὲν πρῶτα ἡσυχάζει καὶ φυγῆς οὐδέν τι μέμνηται, εὐωχεῖται δὲ τῶν συνεαλωκότων ἰχθύων, καὶ ὥσπερ ἐπὶ δαῖτα ἥκων κλητὸς εἶτα ἐμφορεῖται αὐτῶν· ὅταν δὲ αἴσθηται ἐπισυρόμενος ὅτι γίνεται τῆς γῆς πλησίον, ἐνταῦθά τοι τὸ δίκτυον διατραγὼν ἀπαλλάττεται καὶ ἔστιν ἐλεύθερος. ἐὰν δέ ποτε ἁλῷ, οἱ χαριέστεροι τῶν ἁλιέων ὁλόσχοινον αὐτοῦ διείραντες τῶν ῥινῶν ἀφῆκαν αὐτόν· ὃ δὲ οἷα τὸν ἔλεγχον αἰδούμενος οὐκέτι πλησιάζει σαγήνῃ τὸ ἐντεῦθεν. λέγει