Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/337

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἑκάστης ἀγέλης αὐτόματα φοιτᾷ καὶ τῷ βωμῷ παρέστηκεν, ἄγει δὲ ἄρα αὐτὰ πρώτη μὲν ἡ θεός, εἶτα ἡ δύναμίς τε καὶ ἡ τοῦ θύοντος βούλησις. εἰ γοῦν ἐθέλοις θῦσαι οἶν, ἰδού σοι τῷ βωμῷ παρέστηκεν οἶς, καὶ δεῖ χέρνιβα κατάρξασθαι· εἰ δὲ εἴης τῶν ἁδροτέρων καὶ ἐθέλοις θῦσαι βοῦν θήλειαν ἢ καὶ ἔτι πλείους, εἶτα ὑπὲρ τῆς τιμῆς οὔτε σὲ ὁ νομεὺς ἐπιτιμῶν ζημιώσει οὔτε σὺ λυπήσεις ἐκεῖνον· τὸ γὰρ δίκαιον τῆς πράσεως ἡ θεὸς ἐφορᾷ. καὶ εὖ καταθεὶς ἵλεων ἕξεις αὐτήν· εἰ δὲ ἐθέλοις τοῦ δέοντος πρίασθαι εὐτελέστερον, σὺ μὲν κατέθηκας τὸ ἀργύριον ἄλλως, τὸ δὲ ζῷον ἀπέρχεται, καὶ θῦσαι οὐκ ἔχεις. ἴδιον μὲν δὴ Ἐρυκίνων ζῴων εἰρήσθω καὶ τοῦτο ἡμῖν ἐπὶ τοῖς ἄνω.


ΙΑ

1 Ἀνθρώπων Ὑπεβορέων γένος καὶ τιμὰς Ἀπόλλωνος τὰς ἐκεῖθι ᾄδουσι μὲν ποιηταί, ὑμνοῦσι δὲ καὶ συγγραφεῖς, ἐν δὲ τοῖς καὶ Ἑκαταῖος, οὐχ ὁ Μιλήσιος, ἀλλ᾽ ὁ Ἀβδηρίτης. ἃ δὲ λέγει πολλά τε καὶ σεμνὰ ἕτερα, οὔ μοι νῦν ἡ χρεία παρακαλεῖν δοκεῖ αὐτά, καὶ οὖν καὶ ἐς ἄλλον ὑπερθήσομαι χρόνον ἕκαστα εἰπεῖν, ἡνίκα ἐμοί τε ἥδιον καὶ τοῖς ἀκούουσι λῷον ἔσται· ἃ δὲ με μόνα ἥδε ἡ συγγραφὴ παρακαλεῖ ἔστι ταῦτα. ἱερεῖς εἰσι τῷδε τῷ δαίμονι Βορέου καὶ Χιόνης υἱεῖς, τρεῖς τὸν ἀριθμόν, ἀδελφοὶ τὴν φύσιν, ἑξαπήχεις τὸ μῆκος. ὅταν οὖν οὗτοι τὴν νενομισμένην ἱερουργίαν κατὰ τὸν συνήθη καιρὸν τῷ προειρημένῳ ἐπιτελῶσιν, ἐκ τῶν Ῥιπαίων οὕτω καλουμέ-