Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/336

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οὐκ ἔχις οὐδὲ φάλαγγες ἀπεχθέες οὐδὲ βαθυπλὴξ
ἄλσεσιν ἐνδιάει σκορπίος ἐν Κλαρίοις,
Φοῖβος ἐπεί ῥ᾽ αὐλῶνα βαθὺν μελίῃσι καλύψας
ποιηρὸν δάπεδον θῆκεν ἑκὰς δακέτων.

50 Ἀκούω λεγόντων ἐν Ἔρυκι, ἔνθα δήπου καὶ ὁ τῆς Ἀφροδίτης ὑμνούμενος νεώς ἐστιν, οὗπερ οὖν καὶ ἀνωτέρω μνήμην ἐποιησάμην τῶν ἐκεῖθι περιστερῶν εἰπὼν τὰ ἴδια, εἶναι μὲν καὶ χρυσὸν πολὺν καὶ ἄργυρον πάμπλειστον καὶ ὅρμους καὶ δακτυλίους μέγα τιμίους, ἄσυλα δὲ εἶναι καὶ ἄψαυστα ταῦτα τῷ τῆς θεοῦ δέει, καὶ ἀεὶ τοὺς ἄνω τοῦ χρόνου δι᾽ αἰδοῦς ἄγειν θαυμαστῆς καὶ τὴν δαίμονα τὴν προειρημένην καὶ τὰ κειμήλια ἐκείνης. Ἀμίλκαν δὲ πυνθάνομαι τὸν Λίβυν συλήσαντα αὐτὰ καὶ ἐργασάμενον χρυσίον καὶ ἀργύριον εἶτα μέντοι διανεῖμαι τῇ στρατιᾷ πονηρὰν νομήν, καὶ ὑπὲρ τούτων αὐτὸν ἀλγεινότατα καὶ βαρύτατα αἰκισθέντα ἅμα καὶ κολασθέντα κρεμασθῆναι, πᾶν δὲ ὅσον αὐτῷ τῆς πράξεως καὶ τῆς ἐκδίκου θεοσυλίας ἐγένετο μέτοχον βιαίοις τε καὶ δεινοῖς χρήσασθαι θανάτοις, ἥ τε πατρὶς αὐτοῦ εὐδαιμονιζομένη τέως καὶ ζηλωτὴ δοκοῦσα ἐν ὀλίγαις τῶν ἱερῶν χρημάτων ἐσκομισθέντων ἣ δὲ δούλη ἦν. καὶ ταῦτα μὲν πρὸς τὴν παροῦσάν μοι χρείαν σεμνὰ ὄντα ὅμως οὐχ ὁρᾷ πω, τὸ δὲ τοῖς λόγοις τοῖσδε συμμελὲς τοῦτο εἰρήσεται. ἀνὰ πᾶν ἔτος καὶ ἡμέραν πᾶσαν θύουσι τῇ θεῷ καὶ οἱ ἐπιχώριοι καὶ οἱ ξένοι. καὶ ὁ μὲν βωμὸς ὑπὸ τῷ οὐρανῷ ὁ μέγιστός ἐστι, πολλῶν δὲ ἐπ᾽ αὐτοῦ καθαγιζομένων θυμάτων ὃ δὲ πανημέριος καὶ ἐς νύκτα ἐξάπτεται. ἕως δὲ ὑπολάμπει, καὶ ἐκεῖνος οὐκ ἀνθρακιάν, οὐ σποδόν, οὐχ ἡμικαύτων τρύφη δαλῶν ὑποφαίνει, δρόσου δὲ ἀνάπλεώς ἐστι καὶ πόας νεαρᾶς, ἥπερ οὖν ἀναφύεται ὅσαι νύκτες. τά γε μὴν ἱερεῖα