Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/335

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τῷ νόμῳ, τῷ κλέει δὲ τοῦ κάλλους τοῦ κατὰ τὸν Πίνδον δεδουλωμέναι προυτίμων συνοικεῖν ἐκείνῳ ἢ θεαὶ γεγονέναι. καὶ ἐτεθήπεσάν γε αὐτὸν οἱ πολλοὶ τῶν ἀνδρῶν καὶ ἐφίλουν, ἐχθροὶ δὲ οἱ ἀδελφοὶ μόνοι ἦσαν. καί ποτε θηρῶντα ἐλλοχῶσι μόνον, καὶ ποταμοῦ γε ἦν ἡ θήρα πλησίον, εἶτα ἐρήμῳ συμμάχων οἱ τρεῖς ἐπιστάντες ἔπαιον τοῖς ξίφεσιν αὐτόν, ὃ δὲ ἐβόα. ἀκούει ταῦτα ὁ ἑταῖρος αὐτοῦ δράκων· ὀξυήκοον δὲ καὶ ὀξυωπέστατον τὸ ζῷόν ἐστιν. οὐκοῦν πρόεισι τῆς ἑαυτοῦ κοίτης, καὶ τοῖς ἀνοσίοις περιπλακεὶς ἀπέκτεινεν αὐτοὺς ἐς πνῖγμα ἄγχων· αὐτὸς δὲ οὐ κατέλυσε τὴν φυλακήν, ἔστε οἱ προσήκοντες τῷ νεανίᾳ ποθοῦντες αὐτὸν ἀφίκοντο, καὶ ἐνέτυχον κειμένῳ. καὶ ὠλοφύροντο μέν, προσελθεῖν δὲ ἐπὶ κηδεύσει τοῦ νεκροῦ οὐκ ἐτόλμων δέει τοῦ φρουροῦ. ὃ δὲ συνεὶς φύσει τινὶ ἀπορρήτῳ ὅτι ἀναστέλλει αὐτούς, ᾤχετο ἀπιὼν κατὰ πολλὴν τὴν σχολήν, ἀπολιπὼν ἐκεῖνον τῆς τελευταίας ἐκ τῶν προσηκόντων χάριτος τυχεῖν. οὐκοῦν καὶ ἐτάφη μεγαλοπρεπῶς καὶ ὁ γείτων τῷ φόνῳ ποταμὸς ἐκλήθη Πίνδος ἐκ τοῦ νεκροῦ καὶ τοῦ κατ᾽ αὐτὸν τάφου. ἴδιον μὲν δὴ τῶν ζῴων ἐκτίνειν χάριτας τοῖς εὐεργέταις, ᾗπερ οὖν καὶ ἄνω λέλεκται, καὶ νῦν δὲ οὐχ ἥκιστα.

49 Ἰδίᾳ δὲ καὶ ἐν τῇ Κλάρῳ τὸν Διὸς καὶ Λητοῦς τιμῶσιν οἱ Κλάριοι καὶ πᾶν τὸ Ἑλληνικόν. οὐκοῦν ὁ ἐνταῦθα χῶρος τοῖς ἰοβόλοις θηρίοις ἀστιβής τε ἅμα καὶ ἔχθιστός ἐστι, τοῦτο μὲν καὶ τῇ τοῦ δαίμονος βουλῇ, πάντως δὲ καὶ πεφρικότων τῶν θηρίων αὐτὸν ἅτε καὶ αὐτὸν σώζειν εἰδότα καὶ μέντοι καὶ τὸν σωτῆρα καὶ νόσων ἀντίπαλον Ἀσκληπιὸν φύσαντα. ἀλλὰ καὶ Νίκανδρος οἷς λέγω μάρτυς. λέγει δὲ Νίκανδρος